Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.21.1-3.21.5

凯旋的霍拉提乌斯与妹妹的痛斥

第 189 段,共 962 段 · 希腊语

内容简介

凯旋而归的霍拉提乌斯在城门外遇到了他的妹妹。妹妹因未婚夫(表兄弟)的死而悲痛欲绝、举止失常,并对哥哥进行了猛烈的谴责。这展现了嫉妒的神灵如何在同一天内将他的辉煌胜利转化为兄弟相残的家庭悲剧。

§3.21.1ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλʼ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον.
然而,此人既然身为凡人,终究不能事事顺遂,反而必须尝到一些嫉妒神灵的惩罚。 这神灵在极短的时间内,将他从小人物提升为大人物,并抬高到令人惊叹且出人意料的显赫地位,却又在同一天内,将他拉入兄弟相残的悲惨灾祸之中,使其堕落。
§3.21.2ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν·
因为当他接近城门时,看到各种各样的人群从城里涌出,尤其是他的妹妹也正朝他跑来。
διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε πρώτη τὸν σωθέντα ἀδελφὸν ποθοῦσα καὶ τὰς ἀρετὰς τῶν τεθνηκότων παρʼ αὐτοῦ μαθεῖν βουλομένη τῶν εὐσχημόνων ὑπερίδοι γυναικεῖόν τι πάσχουσα.
他一看到这景象便感到不安,因为一个适婚年龄的处女,竟然离开与母亲同在的家务生活,将自己投身于陌生的群众之中。 虽然他脑海中闪过许多古怪的念头,但最终他还是转向了温和且善意的想法,认为她是因为渴望第一个向幸存的哥哥问候,并希望从他那里得知逝去者的英勇事迹,受女性特有情感的驱使,才顾不得端庄的礼仪。
§3.21.3ἡ δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλʼ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, ᾧ καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλʼ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ.
然而,实际上,她并非因为思念兄弟才敢走上这不常去的街道,而是被对其中一位表兄弟的爱所支配,那位表兄弟本已由其父亲许配给她。 她一直将这隐藏的深情保密,但当听到从军营来的某人报告战斗的情况时,她再也无法克制自己,而是离开家,像狂女般朝城门奔去,对那呼喊并追赶她的乳母完全不予理睬。
§3.21.4ἔξω δὲ γενομένη τῆς πόλεως ὡς τὸν ἀδελφὸν εἶδε περιχαρῆ· τοὺς ἐπινικίους ἐπικείμενον στεφάνους, οἷς αὐτὸν ὁ βασιλεὺς ἀνέδησε, καὶ τοὺς ἑταίρους αὐτοῦ φέροντας τὰ τῶν πεφονευμένων σκῦλα, ἐν οἷς ἦν πέπλος ποικίλος, ὃν αὐτὴ μετὰ τῆς μητρὸς ἐξυφήνασα τῷ μνηστῆρι δῶρον εἰς τὸν μέλλοντα γάμον ἀπεστάλκει ʽποικίλους γὰρ ἔθος ἐστὶν ἀμφιέννυσθαι. πέπλους Λατίνων τοῖς μετιοῦσι τὰς νύμφασʼ, τοῦτον δὴ τὸν πέπλον θεασαμένη πεφυρμένον αἵματι τόν τε χιτῶνα κατερρήξατο καὶ ταῖς χερσὶν ἀμφοτέραις παίουσα τὸ στῆθος ἐθρήνει καὶ ἀνεκαλεῖτο τὸν ἀνεψιόν, ὥστε πολλὴν κατάπληξιν εἰσελθεῖν ἅπαντας ὅσοι κατὰ τὸν αὐτὸν ἦσαν τόπον.
到了城外,当她看到哥哥欣喜若狂,头上戴着国王为他戴上的胜利花冠,而他的同伴们正拿着被杀者的战利品,其中有一件色彩斑斓的衣袍,那是她自己和母亲一同织成,并作为未来婚礼的礼物送给未婚夫的(因为拉丁人有个习惯,迎娶新娘的人要穿着色彩斑斓的衣袍)——当她看到这件衣袍沾满鲜血时,她便撕裂了自己的外衣,用双手捶打着胸口,痛哭流涕,并呼唤着表兄弟的名字,以致在场的每一个人都陷入了极大的震惊之中。
§3.21.5ἀνακλαυσαμένη δὲ τὸν μόρον τοῦ μνηστῆρος ἀτενέσι τοῖς ὀφθαλμοῖς εἰς τὸν ἀδελφὸν ὁρᾷ καὶ λέγει· μιαρώτατε ἄνθρωπε, χαίρεις ἀποκτείνας τοὺς ἀνεψιοὺς κἀμὲ τὴν παναθλίαν ἀδελφὴν ἀποστερήσας γάμου, ὦ δύστηνες3 ἀλλʼ οὐδʼ ἔλεος εἰσέρχεταί σε τῶν ἀπολωλότων συγγενῶν, οὓς ἀδελφοὺς ἐκάλεις, ἀλλʼ ὥσπερ ἀγαθόν τι διαπεπραγμένος ἐξέστηκας τῶν φρενῶν ὑπὸ τῆς ἡδονῆς καὶ στεφάνους ἐπὶ τοῖς τοιούτοις ἐπίκεισαι κακοῖς τίνος ἔχων ψυχὴν θηρίου;
在为未婚夫的惨死痛哭之后,她用凝视的目光看着哥哥说:“最可憎的人啊,你杀害了表兄弟,并夺去了我这个最悲惨的妹妹的婚礼,你竟以此为乐吗,噢,不幸的人啊! 难道你对那些死去的亲属——你曾称他们为兄弟——就没有一丝怜悯进入你的心中吗? 相反,你仿佛做成了什么了不起的好事,因快乐而失去了理智,在这样的灾祸之上戴着花冠。 你究竟怀着何种野兽的心肠? ”

词汇与语法注释

  1. 3.21.1ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος — 动词 ἀπολαύω 通常与属格连用,表示享受好的事物,但在此处它被用作反语,或从“分得一份”的中性含义引申为否定含义,表示遭受神灵带来的灾祸。
  2. 3.21.2ὡς ... ὑπερίδοι — 由连词 ὡς 引导的从属句中的祈愿式(ὑπερίδοι)是对应主句历史现在时(ὁρᾷ, ἀπέκλινεν)的间接引语(或间接想法)祈愿式,表达了主人公心中所抱持的主观推测或借口。
  3. 3.21.3ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός — 属格 τῶν ἀνεψιῶν ἑνός 既可以解释为修饰与格 ἔρωτι(对……的爱)的宾格性属格,也可以解释为作用于被动分词 κρατουμένη(被支配)的动作主体或支配源。在这里,这两者的紧密结合构成了“被对其中一位表兄弟的爱所支配”的意思。
  4. 3.21.4ὡς τὸν ἀδελθὸν εἶδε... — 由连词 ὡς(当……时)引导的长大时间从句,其中夹杂了关于斑斓衣袍(πέπλος)的关系从句和关于拉丁人风俗的插入语,最后汇入描述妹妹看到衣袍时动作的分词短语(θεασαμένη),并与主句动词(κατερρήξατο)相连。这种结构在单一的流畅句式中描绘了主体的认知过程及其伴随的剧烈情感变化。
  5. 3.21.5τίνος ἔχων ψυχὴν θηρίου — 这是一个倒置(hyperbaton)的例子,分词短语 ἔχων ψυχὴν 被插入在属格疑问代词(τίνος)与其修饰的名词(θηρίου)之间,从而极大地增强了对“他究竟怀着何种野兽的心脏”这一疑问的语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.21.1-3.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.21.1-3.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。