§3.1.1τελευτήσαντος δὲ Πομπιλίου γενομένη πάλιν· ἡ βουλὴ τῶν κοινῶν κυρία μένειν ἔγνω ἐπὶ τῆς αὐτῆς πολιτείας, οὐδὲ τοῦ δήμου γνώμην λαβόντος ἑτέραν, καὶ καθίστησιν ἐκ τῶν πρεσβυτέρων τοὺς ἄρξοντας τὴν μεσοβασίλειον ἀρχὴν εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμόν, ὑφʼ ὧν ἀποδείκνυται βασιλεύς, ὸν ἅπας ὁ δῆμος ἠξίου, Τύλλος Ὁστίλιος γένους ὢν τοιοῦδε·
庞皮里乌斯去世后,重新掌握公共事务主权的元老院决定保持同样的国体,民众也没有其他意见;元老院便从年长者中任命了在一定天数内履行间王职权的长官,由他们宣布了全体民众认为配得上的人为国王,即图路斯·霍斯蒂里乌斯,其出身如下:霍斯蒂里乌斯来自梅杜利亚城——该城由阿尔巴人创建,后被罗慕路斯通过条约接管并使之成为罗马人的殖民地。
§3.1.2ἐκ πόλεως Μεδυλλίας, ἣν Ἀλβανοὶ μὲν ἔκτισαν, Ῥωμύλος δὲ κατὰ συνθήκας παραλαβὼν Ῥωμαίων ἐποίησεν ἀποικίαν, ἀνὴρ εὐγενὴς καὶ χρήμασι δυνατὸς Ὁστίλιος ὄνομα μετενεγκάμενος εἰς Ῥώμην τὸν βίον ἄγεται γυναῖκα ἐκ τοῦ Σαβίνων γένους Ἑρσιλίου θυγατέρα τὴν ὑφηγησαμένην ταῖς ὁμοεθνέσι πρεσβεῦσαι πρὸς τοὺς πατέρας ὑπὲρ τῶν ἀνδρῶν, ὅτε Σαβῖνοι Ῥωμαίοις ἐπολέμουν, καὶ τοῦ συνελθεῖν εἰς φιλίαν τοὺς ἡγεμόνας αἰτιωτάτην γενέσθαι δοκοῦσαν.
他拥有高贵出身和丰厚财力,迁居到罗马后,娶了萨宾族人赫尔西里乌斯的女儿为妻。 在萨宾人与罗马人交战时,正是她引导同胞妇女为了丈夫而充当使者前往父亲们那里,并被认为是使双方领袖达成友好和解的最主要原因。
οὗτος ὁ ἀνὴρ πολλοὺς συνδιενέγκας Ῥωμύλῳ πολέμους καὶ μεγάλα ἔργα ἀποδειξάμενος ἐν ταῖς πρὸς Σαβίνους μάχαις, ἀποθνήσκει καταλιπὼν παιδίον μονογενὲς καὶ θάπτεται πρὸς τῶν βασιλέων ἐν τῷ κρατίστῳ τῆς ἀγορᾶς τόπῳ στήλης ἐπιγραφῇ τὴν ἀρετὴν μαρτυρούσης ἀξιωθείς.
这个人曾与罗慕路斯共同经历了多次战争,并在与萨宾人的战斗中立下了赫赫战功,他死后留下一独子,并由国王们安葬在广场最显要的地方,荣幸地立起了一座碑,碑文上记载着他的美德。
§3.1.3ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δι’ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ.
这个独子成年并结下一门显赫的亲事后,生下了一个儿子,即图路斯·霍斯蒂里乌斯。 他是一个干练的人,通过依据法律针对他所投的公民选票,以及神明通过吉兆的鸟占批准了民众的决议,而被宣布为国王。
ἔτος δὲ ἦν ἐν ᾧ τὴν ἡγεμονίαν παρέλαβεν ὁ δεύτερος ἐνιαυτὸς τῆς ἑβδόμης καὶ εἰκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Εὐρυβάτης Ἀθηναῖος ἄρχοντος Ἀθήνησι Λεωστράτου.
他接管统治权的年份是第二十七届奥林匹亚德的第二年,在那届运动会上,雅典人尤里巴特斯获得了短跑比赛的冠军,当时雅典的执政官是莱奥斯特拉图斯。
§3.1.4οὗτος ἔργον ἁπάντων μεγαλοπρεπέστατον ἀποδειξάμενος αὐτὸς εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἅπαν τὸ θητικὸν τοῦ δήμου καὶ ἄπορον οἰκεῖον ἔσχεν. ἦν δὲ τοιόνδε·
他在接管政权之初,立即亲自展示了所有事业中最宏伟的一项,将民众中所有的雇农和贫困阶层争取到了自己的一边。
χώραν εἶχον ἐξαίρετον οἱ πρὸ αὐτοῦ βασιλεῖς πολλὴν καὶ ἀγαθήν, ἐξ ἧς ἀναιρούμενοι τὰς προσόδους ἱερά τε θεοῖς ἐπετέλουν καὶ τὰς εἰς τὸν ἴδιον βίον ἀφθόνους εἶχον εὐπορίας, ἣν ἐκτήσατο μὲν Ῥωμύλος πολέμῳ τοὺς τότε κατασχόντας ἀφελόμενος, ἐκείνου δὲ ἄπαιδος ἀποθανόντος Πομπίλιος Νόμας ὁ μετʼ ἐκεῖνον βασιλεύσας ἐκαρποῦτο· ἦν δὲ οὐκέτι δημοσία κτῆσις, ἀλλὰ τῶν ἀεὶ βασιλέων κλῆρος.
情况是这样的:在他之前的国王们拥有大量且肥沃的精选土地,他们从中收取收益,既用于向神明献祭,又为自己的生活提供了充足的富余;罗慕路斯通过战争从当时的占有者手中夺取了这片土地,在他无子而终后,继他之后统治的纽玛·庞皮利乌斯享受了其收益;这已不再是公有财产,而是属于历代国王的继承领地。
§3.1.5ταύτην ὁ Τύλλος ἐπέτρεψε τοῖς μηδένα κλῆρον ἔχουσι Ῥωμαίων κατʼ ἄνδρα διανείμασθαι, τὴν πατρῴαν αὑτῷ κτῆσιν ἀρκοῦσαν ἀποφαίνων εἴς τε τὰ ἱερὰ καὶ τὰς τοῦ βίου δαπάνας.
图路斯允许将这片土地按人头分配给那些没有继承领地的罗马人,他声明自己祖传的财产已足够用于祭祀和生活开支。
ταύτῃ δὲ τῇ φιλανθρωπίᾳ τοὺς ἀπόρους τῶν πολιτῶν ἀνέλαβε παύσας λατρεύοντας ἐν τοῖς ἀλλοτρίοις· ἵνα δὲ μηδὲ οἰκίας ἄμοιρος εἴη τις προσετείχισε τῇ πόλει τὸν καλούμενον Καίλιον λόφον, ἔνθα ὅσοι Ῥωμαίων ἦσαν ἀνέστιοι λαχόντες τοῦ χωρίου τὸ ἀρκοῦν κατεσκευάσαντʼ οἰκίας, καὶ αὐτὸς ἐν τούτῳ τῷ τόπῳ τὴν οἴκησιν εἶχεν.
通过这一仁慈的举措,他扶持了贫困的公民,使他们不再在别人的土地上当雇农;为了不让任何人无家可归,他将被称为凯利乌斯山丘的地方并入了城市,所有无家可归的罗马人都在那里分到了足够的土地并建造了房屋,而他自己也居住在这个地方。
πολιτικὰ μὲν δὴ ταῦτα τοῦ ἀνδρὸς ἔργα παραδίδοται λόγου ἄξια·
关于这个人的内政功绩,被承袭并值得一提的便是这些。