§3.16.1δέχεται δὴ τὴν παραίνεσιν ὁ Τύλλος καὶ δεχημέρους ποιησάμενος ἀνοχάς, ἐν αἷς βουλεύσεταί τε καὶ μαθὼν τὴν διάνοιαν τῶν Ὁρατίων ἀποκρινεῖται παρῆν εἰς τὴν πόλιν.
图路斯接受了这一劝告,并达成了十天的停战协定。 在此期间,他将在咨询并了解奥拉提乌斯兄弟的想法后再作答复。 随后他返回了城内。
ταῖς δʼ ἑξῆς ἡμέραις βουλευσάμενος ἅμα τοῖς ἀρίστοις, ἐπειδὴ τοῖς πλείστοις ἔδοξε δέχεσθαι τὰς τοῦ Φουφεττίου προκλήσεις, μεταπέμπεται τοὺς τριδύμους ἀδελφοὺς καὶ λέγει πρὸς αὐτούς· §3.16.2ἄνδρες Ὁράτιοι, Φουφέττιος ὁ Ἀλβανὸς εἰς λόγους συνελθὼν ἐμοὶ τὴν τελευταίαν ἐπὶ στρατοπέδου σύνοδον ἔφη τοὺς προκινδυνεύσοντας ὑπὲρ ἑκατέρας πόλεως τρεῖς ἄνδρας ἀγαθοὺς κατὰ θείαν γεγενῆσθαι πρόνοιαν, ὧν οὐκ ἂν εὕροιμεν ἑτέρους οὔτε γενναιοτέρους οὔτε ἐπιτηδειοτέρους, Ἀλβανῶν μὲν Κορατίους, Ῥωμαίων δὲ ὑμᾶς·
在接下来的几天里,他与显贵们共同商议,既然大多数人决定接受弗菲提乌斯的提议,他便召来那三胞胎兄弟,对他们说道: “奥拉提乌斯兄弟们,阿尔巴人弗菲提乌斯在军营的最后一次会面中与我交谈,他说代表两个城邦去冒险的这三位勇士,是凭着神圣的预见而产生的,我们无法找到比他们更高贵、更合适的人选——即阿尔巴人中的库里亚提乌斯兄弟,以及罗马人中的你们。
τοῦτό τε καταμαθὼν· αὐτὸς ἐξητακέναι πρῶτον εἰ βουλομένοις εἴη τοῖς ἀνεψιοῖς ὑμῶν ἐπιδοῦναι τὰ σώματα τῇ πατρίδι, μαθὼν δὲ αὐτοὺς ἀναδεχομένους τὸν ὑπὲρ ἁπάντων ἀγῶνα κατὰ πολλὴν προθυμίαν θαρρῶν εἰς μέσον ἐκφέρειν ἤδη τὸν λόγον, ἠξίου τε καὶ ἐμὲ πεῖραν ὑμῶν λαβεῖν, πότερον βουλήσεσθε προκινδυνεῦσαι τῆς πατρίδος ὁμόσε χωρήσαντες Κορατίοις ἢ
他意识到这一点后,自称首先测试了你们的表兄弟是否愿意为祖国献出身体;当得知他们以极大的热情承担了这场为了所有人的战斗时,他才确信并公开了这一提议,并且他也要求我对你们进行测试,看你们是愿意与库里亚提乌斯兄弟交战、为祖国去冒险,还是将这一荣誉让给别人。
§3.16.3παραχωρεῖτε τῆς φιλοτιμίας ταύτης ἑτέροις. ἐγὼ δὲ ἀρετῆς μὲν ἕνεκα καὶ τῆς κατὰ χεῖρα γενναιότητος, ἣν οὐ λανθάνουσαν ἔχετε, πάντων μάλιστα δεξομένους ὑμᾶς τὸν ὑπὲρ τῶν ἀριστείων κίνδυνον ἄρασθαι, δεδοικὼς μὴ τὸ πρὸς τοὺς Ἀλβανοὺς τριδύμους συγγενὲς ἐμπόδιον ὑμῖν γένηται τῆς προθυμίας, χρόνον ᾐτησάμην εἰς βουλὴν ἀνακωχὰς δεχημέρους ποιησάμενος·
至于我,虽然由于你们的德行和众所周知的武勇,我最相信你们会为了荣誉而挑起这一危险,但由于担心你们与阿尔巴人三胞胎的亲缘关系会阻碍你们的热忱,我请求了商议的时间,达成了十天的停战。
ὡς δὲ ἀφικόμην δεῦρο τὴν βουλὴν συνεκάλεσα καὶ προὔθηκα περὶ τοῦ πράγματος ἐν κοινῷ σκοπεῖν·
当我到达这里后,召集了元老院,提出共同审议此事。
δόξαν δὲ ταῖς πλείοσι γνώμαις, εἰ μὲν ἑκόντες ἀναδέχοισθε τὸν ἀγῶνα καλὸν ὄντα καὶ προσήκοντα ὑμῖν, ὃν ἐγὼ πρόθυμος ἤμην μόνος ὑπὲρ ἁπάντων διαγωνίσασθαι, ἐπαινεῖν τε καὶ δέχεσθαι τὴν χάριν ὑμῶν, εἰ δὲ τὸ συγγενὲς ἐντρεπόμενοι μίασμα, οὐ γὰρ δὴ κακοὶ ψυχὴν ὁμολογοῦντες εἶναι, τοὺς ἔξω τοῦ γένους ἀξιώσαιτε καλεῖν, μηδεμίαν ὑμῖν ἀνάγκην προσφέρειν.
根据多数人的意见决定:如果你们志愿承担这场对你们而言高尚且合适的战斗(我原本也渴望为了大家独自战斗到底),我们将赞扬并接受你们的厚意;但如果出于对同族血腥屠杀之罪孽的顾虑——因为你们绝非承认自己内心懦弱——你们要求召集宗族以外的人,我们将不强加任何强迫。
ταῦτα τῆς· βουλῆς ψηφισαμένης καὶ οὔτε πρὸς ὀργὴν δεξομένης εἰ διʼ ὄκνου τὸ ἔργον λάβοιτε οὔτε μικρὰν χάριν εἰσομένης ὑμῖν εἰ τιμιωτέραν ἡγήσαισθε τῆς συγγενείας τὴν πατρίδα, τυγχάνετε εὖ βουλευσάμενοι.
既然元老院已经通过了这项决议,既不会在你们对这项任务感到迟疑时对你们发怒,也不会在你们认为祖国比亲缘关系更珍贵时仅表示微薄的感激,你们正可以好好考虑并作出决定。 ”