§3.18.1ἀπαιτούσης δὲ τῆς ὑποθέσεως καὶ τὸν τρόπον διεξελθεῖν τῆς μάχης ἀκριβῶς καὶ τὰ μετὰ ταύτην γενόμενα πάθη θεατρικαῖς ἐοικότα περιπετείαις μὴ ῥᾳθύμως διελθεῖν πειράσομαι καὶ περὶ τούτων ἐπʼ ἀκριβείας ἕκαστον, ὡς ἐμὴ δύναμις, εἰπεῖν.
然而,由于主题要求我既要详细叙述战斗的方式,又不能草率地放过此后发生的、如同戏剧般逆转的苦难,我将尽我所能,力求精确地讲述这些事情的每一个细节。
ἐπειδὴ γὰρ ὁ χρόνος ἧκεν ἐν ᾧ τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθʼ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν· ἤδη δὲ καὶ ἡ τῶν Ἀλβανῶν ἐξεληλύθει στρατιά.
当协定应当履行完毕的时刻到来时,罗马军队全军出击,随后年轻人们向祖先的神明祈祷后出发,他们在城中所有群众的祝福下、在花朵撒满头顶的场景中与国王一同前进;而此时,阿尔巴人的军队也已经出击了。
§3.18.2ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν·
当他们彼此临近安营扎寨,将划分罗马与阿尔巴疆界的边境设为中间地带时(此处双方此前都曾设过营垒),他们首先献祭,在祭火前宣誓:将甘愿接受各自城市从表兄弟的战斗中获得的命运,并保持协定的稳固,无论是他们自己还是他们的后代,都绝不对协定施加任何欺诈。
ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν ἢ τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες·
当他们履行完对神明的神圣义务后,便放下武器,双方都从营垒中走出来作为战斗的观众,给竞争者们留出三到四个斯塔德的中间空地。
καὶ μετʼ οὐ πολὺ παρῆν τούς τε Κορατίους ὁ τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους ὁ τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.
不久,阿尔巴人的将军率领着库里亚提乌斯兄弟,罗马人的国王率领着奥拉提乌斯兄弟来到,他们全副武装,极为壮美,并佩戴着人们在临死前才戴的其他装束。
§3.18.3γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν.
当他们彼此走近时,便把剑交给了侍从,并奔向前去哭泣着互相拥抱,用最亲昵的名字称呼彼此,以致所有人都不禁落泪,并谴责他们自己以及领袖们极度冷酷无情,因为明明可以用其他人的肉身来决战,他们却将为了城市的斗争局限于同胞之血与亲族相残的罪孽之中。
παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.
年轻人们结束了拥抱,从侍从手中拿回剑,在身旁的人退开之后,他们按年龄排好阵势,开始短兵相接。