Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.13.1-3.13.4

决斗协议的批准与选定三胞胎代表

第 181 段,共 962 段 · 希腊语

内容简介

两军批准了将军们达成的和平协议,士兵们为争取参战代表的名誉展开激烈竞争。阿尔巴将军富菲提乌斯决定将这场决斗托付给在神圣摄理下同时出生的奥拉提乌斯和库里亚提乌斯三胞胎兄弟,并邀请罗马国王举行会谈。

§3.13.1ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφʼ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον.
随后,两位将军将两军召集至大会,详细说明了他们彼此之间所探讨的内容,以及在何种条件下同意结束战争。
ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν γενέσθαι τοῖς ἡγεμόσιν αὐτῶν τὴν τῶν ἐπιτηδειοτάτων διάγνωσιν.
在两军怀着极大的赞同批准了将军们的协议之后,此后一种奇妙的竞争心席卷了百夫长与士兵们,极多的人热切渴望赢取战斗中的武勋,不仅在言语上热心,而且在行动上也展现出他们的争强好胜,以至于对于他们的统帅而言,甄别最合适的人选变得十分困难。
§3.13.2εἰ γάρ τις ἦν ἢ πατέρων ἐπιφανείᾳ λαμπρὸς ἢ σώματος ῥώμῃ διαπρεπὴς ἢ πράξει τῇ κατὰ χεῖρα γενναῖος ἢ κατʼ ἄλλην τινὰ τύχην ἢ τόλμαν ἐπίσημος ἑαυτὸν ἠξίου τάττειν πρῶτον ἐν τοῖς τρισί.
因为,若有人因祖辈显赫而光彩夺目,或因体魄强健而卓越超群,或因亲手交战的功绩而英勇非凡,又或因其他任何运气或胆识而远近闻名,他都认为自己理应被列为那三人之首。
§3.13.3ταύτην ἐπὶ πολὺ χωροῦσαν ἐν ἀμφοτέροις τοῖς στρατεύμασι τὴν φιλοτιμίαν ὁ τῶν Ἀλβανῶν ἔπαυσε στρατηγὸς ἐνθυμηθείς, ὅτι θεία τις πρόνοια ἐκ πολλοῦ προορωμένη τὸν μέλλοντα συμβήσεσθαι ταῖς πόλεσιν ἀγῶνα τοὺς προκινδυνεύσοντας ὑπὲρ αὐτῶν κατεσκεύασε γενέσθαι οἴκων τε οὐκ ἀφανῶν καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους καὶ οὐ γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας, ἀλλὰ σπανίου καὶ θαυμαστῆς διὰ τὸ παράδοξον.
阿尔巴人的将军平息了在两军中广泛蔓延的这种竞争心,因为他意识到,某种神圣的摄理早已预见到了两座城邦之间即将发生的斗争,并已预先安排好那些将为它们冒生命危险的人:他们出身于并非无名的显赫家族,在战争中表现英勇,外表看起来极其俊美,且并未分得与常人相同的出身,反而因其不同寻常而分得了一种罕见而令人惊叹的出身。
§3.13.4Ὁρατίῳ γάρ τινι Ῥωμαίῳ καὶ Κορατίῳ τὸ γένος Ἀλβανῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεγγύησε θυγατέρας διδύμους Σικίνιος Ἀλβανός.
因为,一个名叫西奇尼乌斯的阿尔巴人在同一时期将自己的双胞胎女儿分别许配给了两个男子,一个是罗马人奥拉提乌斯,另一个是出身阿尔巴家族的库里亚提乌斯。
τούτοις ἀμφοτέροις αἱ γυναῖκες ἐγκύμονες ἅμα γενόμεναι, τὰς πρωτοτόκους ἐκφέρουσι γονὰς ἄρρενα βρέφη τρίδυμα, καὶ αὐτὰ οἱ γεινάμενοι πρὸς οἰωνοῦ λαβόντες ἀγαθοῦ καὶ πόλει καὶ οἴκῳ τῷ σφετέρῳ τρέφουσιν ἅπαντα καὶ τελειοῦσιν·
这两人的妻子同时怀孕,并在第一胎中各产下了三胞胎男婴。 父母们认为这对于他们的城邦和他们自己的家族都是吉兆,于是将他们全部抚养长大成人。
θεὸς δʼ αὐτοῖς, ὥσπερ κατʼ ἀρχὰς ἔφην, δίδωσι κάλλος τε καὶ ῥώμην καὶ δὴ καὶ ψυχῆς γενναιότητα μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι.
神正如我起初所说,赋予了他们美貌、力量以及高尚的心灵,使他们不亚于任何天资最优秀的人。
τούτοις ἔγνω τοῖς ἀνδράσιν ὁ Φουφέττιος ἐπιτρέπειν τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ προκαλεσάμενος εἰς λόγους τὸν βασιλέα τῶν Ῥωμαίων λέγει πρὸς αὐτόν·
富菲提乌斯决定将争夺首领地位的斗争委托给这些男子,并邀请罗马人的国王进行会谈,对他说:

词汇与语法注释

  1. §3.13.1ἐφʼ οἷς — 介词 `ἐπί` 与省略了先行词的关系代词 `οἷς`(中性复数)的结合,相当于 `ἐπὶ τούτοις ἅ`(“在……的条件下”)。此处指代结束战争的具体“协议条件”。
  2. §3.13.1πολλῶν πάνυ προθυμουμένων — 属格独立结构。它引入了与主句主语(`φιλοτιμία`)不同的主语 `πολλῶν`(“极多的人”),以原因或附带状况的形式说明他们的心理与行动状态。随后的分词 `σπουδαζόντων` 和 `ἀποδεικνυμένων` 亦与 `πολλῶν` 一致。
  3. §3.13.3γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας — 分词 `μετειληφότας`(源自 `μεταλαμβάνω`,“分得、享有”)支配属格 `γενέσεως`(“出身、诞生”)。形容词 `ὁμοίας`(“相同的”)支配与格 `τοῖς πολλοῖς`(“常人、大众”),表示“与常人相同的出身”。
  4. §3.13.4μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι — 比较级 `χείροσι`(`χείρων`“较差的、劣等的”之与格复数,修饰被赋予品质的主体 `αὐτοῖς`)支配比较属格 `μηδενὸς`(“不亚于任何人”)。`γενέσθαι` 是表示结果或限定的不定词。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.13.1-3.13.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.13.1-3.13.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。