§3.12.1τὰ μὲν δὴ λεχθέντα περὶ τῆς ἡγεμονίας τῶν πόλεων δικαιώματα ὑπʼ ἀμφοτέρων τῶν στρατηγῶν τοιάδε ἦν·
以上即为两位将军就城邦霸权所发表的辩护。
τέλος δὲ τοῖς λόγοις αὐτῶν ἠκολούθησεν οἷον ὁ Ῥωμαῖος ὑπετίθετο.
最终,他们的谈话遵循了罗马人所提议的结局。
οἱ γὰρ ἐν τῷ συλλόγῳ παρόντες Ἀλβανῶν τε καὶ Ῥωμαίων ταχεῖαν ἀπαλλαγὴν τοῦ πολέμου ποιήσασθαι ζητοῦντες ὅπλοις τὸ νεῖκος ἔγνωσαν διελεῖν.
因为在集会中出席的阿尔巴人与罗马人,渴望迅速从战争中解脱,决定用武器来解决这一纷争。
συγχωρηθέντος δὲ καὶ τούτου περὶ τοῦ πλήθους τῶν ἀγωνιουμένων ζήτησις ἐγίνετο οὐ τὴν αὐτὴν ἑκατέρου τῶν στρατηγῶν διάνοιαν ἀποδεικνυμένου.
当这一点也达成共识后,双方开始探讨参战的人数,而两位将军各自展现出的意图并不相同。
§3.12.2Τύλλος μὲν γὰρ ἐβούλετο ἐν ἐλαχίστοις σώμασι γενέσθαι τὴν τοῦ πολέμου κρίσιν ἑνὸς Ἀλβανοῦ τοῦ λαμπροτάτου πρὸς ἕνα Ῥωμαῖον τὸν ἄριστον μονομαχήσοντος καὶ πρόθυμος ἦν αὐτὸς ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος ἀγωνίσασθαι προκαλούμενος εἰς τὴν ὁμοίαν φιλοτιμίαν τὸν Ἀλβανόν, καλοὺς ἀποφαίνων τοῖς ἀνειληφόσι τὰς τῶν στρατοπέδων ἡγεμονίας τοὺς ὑπὲρ ἀρχῆς καὶ δυναστείας ἀγῶνας, οὐ μόνον ἐὰν νικήσωσιν ἀγαθοὺς ἄνδρας, ἀλλὰ κἂν αὐτοὶ κρατηθῶσιν ὑπʼ ἀγαθῶν, καὶ διεξιὼν ὅσοι στρατηγοὶ καὶ βασιλεῖς τὰς ἑαυτῶν ψυχὰς προκινδυνεῦσαι τῶν κοινῶν παρέσχον δεινὸν ἡγούμενοι τῶν μὲν τιμῶν πλέον αὐτοὶ φέρεσθαι, τῶν δὲ πόνων ἔλαττον.
因为图路斯希望将战争的决断寄托于极少数人身上,由一名最显赫的阿尔巴人与一名最优秀的罗马人进行一对一的单挑;他本人也渴望为自己的祖国而战,挑战阿尔巴人进行同样名誉的竞争,并指出对于那些承担了军队统帅权的人来说,为了统治权与权力的斗争是高尚的,这不仅在于他们若获胜会被视为勇士,甚至即使他们自己被勇士所击败也是如此。 他还详细列举了有多少将军和国王,因认为自己享受更多的荣誉却承担更少的劳苦是可耻的事,从而为了公共利益甘愿让自己的生命去冒危险。
§3.12.3ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι κινδυνεύειν τὰς πόλεις ὀρθῶς ἐνόμιζεν εἰρῆσθαι, περὶ δὲ τῆς ἑνὶ πρὸς ἕνα μάχης διεφέρετο λέγων ὅτι τοῖς μὲν ἡγουμένοις τῶν στρατοπέδων ὅταν ἰδίαν κατασκευάζωνται δυναστείαν καλὸς καὶ ἀναγκαῖός ἐστιν ὁ περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους ἀγών, ταῖς δὲ πόλεσιν αὐταῖς ἐπειδὰν ὑπὲρ τῶν πρωτείων διαφέρωνται πρὸς ἀλλήλας οὐ μόνον σφαλερὸς ἀλλὰ καὶ αἰσχρὸς ὁ διὰ μονομαχίας κίνδυνος, ἐάν τε τῆς κρείττονος λάβωνται τύχης ἐάν τε τῆς χείρονος.
然而,阿尔巴人的将军虽然认为城邦应当让少数人冒危险的说法是正确的,但在关于一对一的决斗上却持有异议,说道:当军队的首领们在建立个人权力时,彼此争夺统治权的斗争是高尚且必要的;但当城邦本身为了首要地位而相互争执时,通过单挑来决斗的危险,无论他们获得较好的命运还是较坏的命运,不仅是充满变数的,而且是可耻的。
§3.12.4τρεῖς δὲ ἄνδρας ἐπιλέκτους ἀφʼ ἑκατέρας πόλεως συνεβούλευεν ὑπὸ τὴν ἁπάντων ὄψιν Ἀλβανῶν τε καὶ Ῥωμαίων διαγωνίσασθαι.
因此他建议,从每个城邦中挑选出三名男子,在所有阿尔巴人和罗马人的注视下进行决斗。
ἐπιτηδειότατον γὰρ εἶναι τόνδε τὸν ἀριθμὸν εἰς ἅπασαν ἀμφισβητουμένου πράγματος διαίρεσιν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχοντα ἐν ἑαυτῷ.
因为这一数字在其自身中包含了开始、中间和结束,最适合用于一切争议事宜的裁决。
ταύτῃ προσθεμένων τῇ γνώμῃ Ῥωμαίων τε καὶ Ἀλβανῶν ὅ τε σύλλογος διελύθη καὶ ἐπὶ τοὺς ἰδίους ἀπῄεσαν ἑκάτεροι χάρακας.
当罗马人和阿尔巴人都赞同了这一主张后,集会便解散了,双方各自返回了自己的营地。