Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.14.1-3.14.3

提议由三胞胎决斗并阐明神明摄理

第 182 段,共 962 段 · 希腊语

内容简介

阿尔巴将军向罗马国王图路斯提议,由双方的三胞胎兄弟代表各自城邦进行决斗以决定首领地位,并阐明这是神明预先安排的奇妙摄理。

§3.14.1θεός τις ἔοικεν, ὦ Τύλλε, προνοούμενος τῶν πόλεων ἑκατέρας ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ κατὰ τόνδε τὸν ἀγῶνα φανερὰν τὴν εὔνοιαν πεποιῆσθαι.
图路斯啊,某位神明似乎在许多其他事务中,尤其是在这场斗争中,都在眷顾着我们双方的城邦,并已昭示了其显而易见的恩惠。
τὸ γὰρ εὑρεθῆναι τοὺς ἀγωνιουμένους ὑπὲρ πάντων γένει τε μηδενὸς χείρονας καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους, πρὸς δὲ τούτοις ἐξ ἑνὸς πεφυκότας πατρὸς καὶ ὑπὸ μιᾶς γεγεννημένους μητρὸς καὶ τὸ θαυμασιώτατον ἐν μιᾷ προελθόντας εἰς φῶς γενέσει, παρʼ ὑμῖν μὲν Ὁρατίους, παρʼ ἡμῖν δὲ Κορατίους, θαυμαστῇ τινι καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ.
因为,能够找到将为众人战斗的人——他们出身不亚于任何人,在战争中勇猛,外表看起来极其俊美,此外还生于同一位父亲,由同一位母亲所生,而最令人惊叹的是,他们在同一次分娩中降临人世——即你们那里的奥拉提乌斯兄弟,和我们这里的库里亚提乌斯兄弟,这似乎完全是一种奇妙而神圣的恩赐。
§3.14.2τί οὖν οὐ δεχόμεθα τὴν τοσαύτην τοῦ δαιμονίου πρόνοιαν καὶ παρακαλοῦμεν ἐπὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα τοὺς τριδύμους ἀδελφοὺς ἑκάτεροι;
那么,我们为何不接受神明如此巨大的摄理,各自召集这三胞胎兄弟来参加争夺首领地位的斗争呢?
τά τε γὰρ ἄλλʼ, ὅσα ἐν τοῖς ἄριστα μαχησομένοις βουλοίμεθʼ ἂν εἶναι, κἀν τούτοις ἔνεστι τοῖς ἀνδράσι, καὶ τὸ μὴ προλιπεῖν τοὺς παρασπιστὰς κάμνοντας τούτοις μᾶλλον ὑπάρξει ἀδελφοῖς οὖσι παρʼ οὕστινας ἄλλους Ῥωμαίων τε καὶ Ἀλβανῶν, ἥ τε φιλοτιμία τῶν ἄλλων νέων χαλεπὴ λυθῆναι διʼ ἑτέρου τινὸς οὖσα τρόπου ταχεῖαν ἕξει τὴν κρίσιν.
因为,我们所希望在最优秀战士身上看到的所有其他品质,这些男子身上也都具备;而且,在战友陷入苦战时不予以抛弃,对于身为兄弟的他们而言,比起罗马人和阿尔巴人中的任何其他人,都更是一件必然的事;此外,其他年轻人的竞争心在用其他任何方式都难以消除的情况下,通过这种方式将获得迅速的解决。
§3.14.3τεκμαίρομαι γάρ τινα καὶ παρʼ ὑμῖν χάριν ἐν πολλοῖς εἶναι τῶν ἀντιποιουμένων ἀρετῆς, ὥσπερ καὶ παρʼ Ἀλβανοῖς·
因为我推测,在你们当中,在许多自荐勇武的人里也存在着某种偏袒,正如在阿尔巴人中一样。
οὓς εἰ διδάσκοιμεν ὅτι θεία τις ἔφθακε τύχη τὰς ἀνθρωπίνας σπουδὰς αὐτῆς παρασχούσης τοὺς ἐξ ἴσου τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα ποιησομένους, οὐ χαλεπῶς πείσομεν.
如果我们向他们说明,神圣的命运已经先于人类的热忱,其自身提供了将为城邦进行势均力敌之战的人,我们便不难说服他们。
οὐ γὰρ ἀρετῇ λείπεσθαι δόξουσι τῶν τριδύμων ἀδελφῶν, ἀλλὰ φύσεως εὐκληρίᾳ καὶ τύχης ἰσορρόπου πρὸς τὸ ἀντίπαλον ἐπιτηδειότητι.
因为,他们不会被认为在勇武上逊于这三胞胎兄弟,而只会在出身的幸运以及对等命运针对对手的契合度上有所不及。

词汇与语法注释

  1. 3.14.1θεός τις ἔοικεν — 动词 ἔοικα(似乎)与完成时不定式 πεποιῆσθαι 连用,采用了主语为 θεός τις(某位神明)的人称构文(personal construction),字面上是“某位神明似乎已经昭示了……”,其主语与动词在语法上直接一致。
  2. 3.14.1τὸ γὰρ εὑρεθῆναι ... ἔοικεν εὐεργεσίᾳ — 解析长句的骨架结构。冠词性不定式短语 τὸ εὑρεθῆναι(被找到)是整个句子的主语,其谓语动词为 ἔοικεν,并支配与格 εὐεργεσίᾳ(恩惠)(意为“被找到这件事……似乎像是一种恩惠”)。专有名词 Ὁρατίους 与 Κορατίους 作不定式逻辑主语的同位语(或宾格补足语)。
  3. 3.14.2χαλεπὴ λυθῆναι — 被动不定式 λυθῆναι(被解决)作为说明性不定式(epexegetic infinitive)修饰形容词 χαλεπή(困难的),表示“难以解决的”。
  4. 3.14.3αὐτῆς παρασχούσης — 属格独立结构(genitive absolute)。阴性单数属格代词 αὐτῆς 指代前文的主格名词短语 θεία τις ... τύχη(神圣的命运),并充当分词 παρασχούσης(提供)的逻辑主语,意为“(命运)其自身提供了……”。
  5. 3.14.3φύσεως εὐκληρίᾳ καὶ τύχης ἰσορρόπου πρὸς τὸ ἀντίπαλον ἐπιτηδειότητι — 与格 εὐκληρίᾳ(幸运)和 ἐπιτηδειότητι(契合度)在语法上与前句表示限定/原因的与格 ἀρετῇ(在勇武上)平行,修饰不定式 λείπεσθαι(不及、逊于),表示并非因“勇武”而是因“出身的幸运”和“命运的契合度”而未能中选。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.14.1-3.14.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.14.1-3.14.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。