§20.5.1ἡ δὲ βουλὴ μαθοῦσα τὰ περὶ τοὺς Ῥηγίνους πάθη παρὰ τῶν διαφυγόντων τὸν ὄλεθρον οὐδὲ τὸν ἐλάχιστον ἀναμείνασα χρόνον ἀποστέλλει στρατιὰν νεοσύλλεκτον ἄγοντα ἑτέραν τὸν κατὰ πόλιν στρατηγόν.
元老院从免于毁灭的幸存者处得知莱吉翁人的惨剧,未作丝毫延搁,便派遣了一支新招募的军队,并让城市行政官率领另一支军队。
§20.5.2φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαιμονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνοσίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρουσαν·
然而,在罗马人抵达之前,神圣的先见已惩罚了守军指挥官德基乌斯,以此作为他犯下不敬阴谋的报应,折磨了他生命中最核心的部位——将一种带来剧烈疼痛的疾病降在他的双眼上。
ἣν ἰάσασθαι προθυμούμενος ἅνθρωπος ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται, Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος·
该男子极渴望治愈此病,便从梅塞内召来了一位名叫德克西克拉特斯的医生,因听说他是同时代中最优秀的医生,却不知其出身实为莱吉翁人。
ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιωδυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν.
医生抵达莱吉翁后,用一种腐蚀性的药物涂抹他的双眼,并嘱咐他忍受剧痛直至自己返回,随后他下到海边,登上预先准备好的渡船,在众人察觉其所作所为之前便乘船回了梅塞内。
§20.5.3Δέκιος δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός·
德基乌斯在一段时间内,虽然视力正被灼烧,仍忍受着剧烈痛苦,等待着医生的到来;但当过了许久,他再也无法忍受这种折磨时,便用海绵拭去药物并睁开眼睛,发现自己的视力已被彻底烧毁,此后他便一直处于失明状态。
ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων.
又苟延残喘了几天后,他被自己的部下逮捕,落入了罗马人的手中。
§20.5.4ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ.
因为有些人认为这样做可以作为自己的辩白,便向将领打开了城门,并将德基乌斯捆绑起来移交给法布里基乌斯。
ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρουροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφερομένους ἔξω τῶν ὅπλων·
法布里基乌斯将城市归还给幸存的莱吉翁人,并命令守军将所有财物留在原处,除了武器之外不准携带任何东西,将他们押解出城。
§20.5.5ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν·
他从他们之中挑选出首要的头目,即其余人指认为不敬阴谋共犯的那些人,将他们戴上枷锁押往罗马。
οὓς ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου καὶ τοῦ γραμματέως· οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττοντας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθʼ ὕβρεως ἀποθανεῖν ἑαυτοὺς διεχειρίσαντο.
在广场上,罗马人按照针对歹徒制定的祖宗律法,用鞭子拷打他们,并用斧头砍下他们的头颅处死,但德基乌斯和书记官除外;因为他们或是欺骗了看守,或是用金钱买通,得以不受屈辱地死去,从而自尽身亡。
καὶ ταῦτα μὲν ἐπὶ τούτοις. εσξ.
这些便是关于这些人的事情。