Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §20.4.1-20.4.8

德基乌斯屠杀莱吉翁居民与夺城

第 949 段,共 962 段 · 希腊语

内容简介

面对卢卡尼亚人、布鲁蒂翁人和塔兰托人的威胁,莱吉翁向罗马请求并接受了由坎帕尼亚人德基乌斯率领的守军。然而,德基乌斯和其书记官策划并实施了对当地居民的屠杀以篡夺该城,随后德基乌斯与占领梅塞内的坎帕尼亚人结盟,成为该城僭主。

§20.4.1ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίγνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν, ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν.
莱吉翁城发生了一场可怕的灾难,正如西西里的梅塞内所发生的那样,这值得所有城市高度警惕和防范;而有必要预先陈述袭向该城的各种灾祸的原因和借口。
§20.4.2ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν — ἐφʼ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος — φοβηθέντες οἱ Ῥηγῖνοι, μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο.
当卢卡尼亚人和布鲁蒂翁人率大军进军图里伊,蹂躏他们的领土,并用营垒包围该城时——针对他们,一支由执政官法布里基乌斯率领的罗马军队被派遣而去——莱吉翁人害怕罗马人撤离后蛮族也会向他们派遣军队,同时对塔兰托城也心存怀疑,便请求法布里基乌斯在城中留下一支军队,以防范蛮族的突然袭击,以及防备塔兰托人可能对他们发起的任何意想不到的阴谋。
καὶ λαμβάνουσι Καμπανοὺς μὲν ὀκτακοσίους, Σιδικίνους δὲ τετρακοσίους, ὧν ἁπάντων ἡγεῖτο Δέκιος Καμπανὸς τὸ γένος.
于是他们得到了八百名坎帕尼亚人和四百名西迪基尼人,这些人都由出身坎帕尼亚的德基乌斯指挥。
§20.4.3οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις τε λαμπρὰς κατὰ τὴν φιλοφροσύνην τῶν ξένων ἑστιώμενος καὶ κατασκευὰς οἰκιῶν λαμπρὰς καὶ βαθυπλούτους παρὰ πολλοῖς ὁρῶν κατʼ ἀρχὰς μὲν ἐμακάριζε τοὺς Ῥηγίνους τῆς εὐδαιμονίας, ἔπειθʼ ὡς ἀναξίοις ἐφθόνει, τελευτῶν δʼ ὡς πολεμίοις ἐπιβουλεύειν ἤρξατο.
此人每当借宿于当地最显赫的人家时,受到主人热情好客的盛宴款待,并在许多人那里看到豪华且极富裕的家财,起初他因莱吉翁人的福祉而羡慕他们,随后又嫉妒他们,认为他们不配拥有,最后甚至开始像对付敌人一样对他们策划阴谋。
§20.4.4καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀποκτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος, ὅτι Μεσσήνην ὀλίγῳ πρότερον εἷλον. . . ὑφʼ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν·
他拉拢了自己的书记官作为机密计划的合伙人,该书记官是个阴险狡诈、集一切邪恶之大成的人,他唆使说应当杀死所有的莱吉翁人,由德基乌斯自己占有他们的财产,而将另一部分分给士兵,并说“不久前他们夺取了梅塞内……”;德基乌斯被他劝服,并与他商议了行动的方式后,召集了军官和士兵中最显赫的人来开会。
δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπικρεμασθῆναι πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν.
德基乌斯请求所有人对这些话保密,声称一个巨大的危险正笼罩在他们头上,需要极大且迅速的警惕,因为时机不容拖延。
πεπυσμένους γὰρ τὴν Πύρρου διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάξειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν.
他说,因为莱吉翁最显赫的人得知了皮洛士的渡海,正秘密向他派遣使者,承诺将屠杀守军并将城池奉献给他。
§20.4.5ἔτι ταῦτα λέγοντος αὐτοῦ παρῆν τις ἐγκάθετος, αὐχμηρὸς ὡς ἐξ ὁδοῦ, γράμματα ὑπʼ αὐτοῦ Δεκίου κατεσκευασμένα κομίζων, ὡς παρὰ ξένου δή τινος ἰδίου, ἐν οἷς ἐδηλοῦτο μέλλων ὁ βασιλεὺς ἀποστέλλειν ἐπὶ τὸ Ῥήγιον πεντακοσίους στρατιώτας ὡς καταληψομένους τὴν πόλιν, ἀνοίξειν ὑπεσχημένων αὐτοῖς Ῥηγίνων τὰς πύλας.
他还在说这些话时,一个预先埋伏好的人出现了,浑身尘土仿佛刚下旅途,带着由德基乌斯自己伪造的信件,假装是来自他个人的某位宾客;信中表明,由于莱吉翁人已承诺向他们打开城门,国王正准备向莱吉翁派遣五百名士兵以占领该城。
§20.4.6τινὲς μὲν λέγουσι τὸν γραμματηφόρον ὑπὸ Φαβρικίου τοῦ ὑπάτου κατὰ σπουδὴν ἀπεστάλθαι, τὴν δʼ ἐπιστολὴν ταῦτα περιέχειν, ἃ μικρῷ πρότερον ἔφην, καὶ παραινεῖν Δεκίῳ φθάσαι τοὺς Ῥηγίνους· ἔχει δὲ λόγον ἀμφότερα.
有人说,该信使是由执政官法布里基乌斯紧急派遣的,而信中正包含了我刚才所说的内容,建议德基乌斯先发制人于莱吉翁人;这两种说法都各有道理。
ἔδειξε δὴ ταῦτα τοῖς ἐν τῷ συνεδρίῳ παροῦσι, καὶ ἐπεὶ τάχιστα νὺξ ἐγένετο, φράσαντες οἱ ταγματάρχαι τοῖς ἄλλοις στρατιώταις, ἃ διενοοῦντο πράττειν, ἐπὶ τὰς οἰκίας τῶν Ῥηγίνων ἐχώρουν, καὶ τοὺς μὲν εὐωχουμένους ἔτι, τοὺς δὲ κοιμωμένους καταλαβόντες ἐν τοῖς ἰδίοις κατασφάττουσιν ἐφεστίοις ἀντιβολοῦντας καὶ γόνασι προσκυλιομένους καὶ ἀνθʼ ὅτου ταῦτα πάσχουσι μαθεῖν ἀξιοῦντας, οὔτε ἡλικίας οὔτε τύχης οὐδεμιᾶς φειδόμενοι.
总之,他向开会的人展示了这些信件,夜幕一降临,军官们便将打算做的事告诉了其他士兵,并前往莱吉翁人的住宅。 他们袭击了那些仍在宴饮或正在睡觉的人,在他们自己的炉灶旁屠杀他们,完全不顾年龄和地位,任凭他们哀求、匍匐在膝前,并恳求知道自己究竟因何遭受此难。
§20.4.7φονεύσαντες δὲ τοὺς ἄνδρας ἔτι δεινότερον ἔργον ἐξειργάσαντο, τάς τε γὰρ γυναῖκας τῶν ἰδίων ξένων καὶ τὰς παρθένους διελόμενοι συνῆσαν ἀκούσαις, ὧν τοὺς πατέρας καὶ τοὺς ἄνδρας ἐν ὀφθαλμοῖς ἀπέκτειναν.
杀害了男人们之后,他们干出了更加令人发指的勾当:他们私分了自己宿主的妻子和处女,在她们面前杀害了她们的父亲和丈夫后,强迫这些不情愿的女人们与他们同居。
§20.4.8Δέκιος δὲ ἀντὶ φρουράρχου τύραννος ἐγεγόνει τῆς Ῥηγίνων πόλεως, καὶ λογιζόμενος, ὅτι δώσει Ῥωμαίοις ὧν ἔδρασε δίκας, Καμπανοῖς τοῖς κατέχουσι Μεσσήνην συμμαχίαν τίθεται μεγίστην ἰσχὺν τῶν ἐν Σικελίᾳ πόλεων ἔχουσι, καὶ τὴν πόλιν διὰ πολλῆς εἶχε φυλακῆς. εσξ.
德基乌斯不仅没有成为守备司令,反倒成了莱吉翁城的僭主。 考虑到自己所做的事将受到罗马人的惩罚,他便与占领梅塞内、在西西里各城市中拥有最大势力的坎帕尼亚人结成了联盟,并对该城严加看守。

词汇与语法注释

  1. 20.4.1ὅτι — 此处的 ὅτι 位于句首,其主句似乎缺失。这是由于该文本是以《历史摘录》(Excerpta)的形式流传下来的,因此保留了引导名词性从句的 ὅτι(意为“……这件事”),用作引入历史事件的标记。
  2. 20.4.3ὅτε κατάγοιτο — 连接词 ὅτε 之后的希求法动词 κατάγοιτο 表示过去时间的无限定反复(意为“每当他借宿时”),属于“过去反复希求法”,用以叙述过去习惯性或重复发生的行为。
  3. 20.4.3τοὺς Ῥηγίνους τῆς εὐδαιμονίας — 动词 ἐμακάριζε(意为“羡慕”或“祝贺”)带有人称宾格(τοὺς Ῥηγίνους)和表示原因的属格(τῆς εὐδαιμονίας)。因此,该属格起到了“原因属格”的作用。
  4. 20.4.4πρὸς αὐτοῦ... λέγοντος — 这是一个属格独立(genitive absolute)结构,并结合了介词 πρὸς + 属格来表示施动者,指代书记官的唆使。尽管在 εἷλον 之后存在文本脱漏(lacuna),导致主句的语法连接有些不连贯,但该结构表明了这一唆使是德基乌斯被说服(πεισθείς)的直接原因。
  5. 20.4.7ὧν τοὺς πατέρας — 关系代词 ὧν(属格、复数、阴性)的先行词是前句中的妻子和处女(γυναῖκας, παρθένους)。该属格 ὧν 作所有格修饰 τοὺς πατέρας καὶ τοὺς ἄνδρας,意为“她们的父亲和丈夫”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §20.4.1-20.4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.4.1-20.4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。