Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §20.6.1-20.6.3

皮洛士优待释放战俘与求和的意图

第 951 段,共 962 段 · 希腊语

内容简介

皮洛士引用荷马史诗赞美罗马人的高尚,承认与他们交战是错误的,并优待释放战俘以期促成和平。作者同时感叹黄金具有不可抗拒的威力。

§20.6.1αὐτὸς δὲ ὁ Πύρρος τοὺς Ὁμηρικοὺς ἐπιφθεγξάμενος στίχους, οὓς Ἕκτωρ αὐτῷ πεποίηται πρὸς Αἴαντα λέγων, ὡς ὑπὸ Ῥωμαίων εἰρημένους πρὸς ἑαυτόν· Τῷ σε καὶ οὐκ ἐθέλω βαλέειν, τοιοῦτον ἐόντα, Λάθρη ὀπιπτεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχοιμι καὶ μετὰ τοῦτʼ εἰπών, ὅτι κινδυνεύει πονηρὰν πεποιῆσθαι τὴν ὑπόθεσιν τοῦ πολέμου πρὸς ἀνθρώπους ὁσιωτάτους Ἑλλήνων καὶ δικαιοτάτους, μίαν ἔφη θεωρεῖν ἀπαλλαγὴν τοῦ πολέμου καλὴν καὶ συμφέρουσαν, εἰ φίλους ἀντὶ πολεμίων αὐτοὺς ποιήσαιτο, φιλανθρωπίας τινὸς μεγάλης καταρξάμενος.
皮洛士自己吟诵了荷马的诗句——那是赫克托耳在荷马笔下对埃阿斯所说的话,仿佛是罗马人对他自己说的一样: “因此,既然你是这样的人,我不愿暗中窥视来偷袭你,而要在光天化日之下,若能击中的话,堂堂正正地击打你。 ”在此之后他又说,自己恐怕对那些比希腊人更为虔敬、更为公正的人发动了一场前提错误的战争;他表示,如果自己能率先展现出某种巨大的宽大态度,化敌为友,那么他认为这就是摆脱战争的唯一体面且有益的途径。
§20.6.2προαχθῆναι δὲ κελεύσας τοὺς Ῥωμαίων αἰχμαλώτους καὶ δοὺς ἅπασιν ἐσθῆτας ἐλευθέροις πρεπούσας σώμασι καὶ ἐνοδίους δαπάνας, παρεκάλεσεν αὐτοὺς μεμνῆσθαι, οἷος εἰς αὐτοὺς ἐγένετο, καὶ τοῖς ἄλλοις λέγειν, ὅταν δʼ εἰς τὰς ἑαυτῶν ἔλθωσι πατρίδας, πάσῃ προθυμίᾳ πράττειν, ὅπως φίλους ποιήσουσι τὰς πόλεις.
他下令将罗马战俘带到面前,给他们所有人穿上适合自由人身份的衣服,并分发了旅费,嘱咐他们记住自己对他们是何等宽厚,并转告他人;此外,当他们回到各自的祖国时,要尽一切热忱促使他们的城邦成为自己的朋友。
§20.6.3ἄμαχον δή τινα ἰσχὺν τὸ βασιλικὸν ἔχει χρυσίον, καὶ οὐδεμία εὕρηται πρὸς τοῦτο τὸ βέλος ἀνθρώποις φυλακή.
确实,君王的黄金拥有某种不可战胜的力量,人类对于这种“飞矢”尚未找到任何防御之策。

词汇与语法注释

  1. 19.2αὐτῷ — 与格 αὐτῷ 被解释为被动语态 πεποίηται 的施事者与格(即荷马,“被他”)。虽然也可以理解为指代主语赫克托耳自身的反身用法,但从上下文来看,将其视为表示诗作创作者的施事与格更为自然。
  2. 19.2Ἑλλήνων — 修饰罗马人的形容词最高级 ὁσιωτάτους... καὶ δικαιοτάτους(最虔敬且最公正的)之后的比较属格。由于罗马人并非希腊人,因此此处它并非起部分属格的作用(“在希腊人之中”),而是起比较作用(“比希腊人更为虔敬和公正”)。
  3. 3βέλος — 虽然该词意为“飞矢”或“投射物”,但此处它隐喻性地指代前句中的“君王的黄金”(τὸ βασιλικὸν χρυσίον),将金钱贿赂或怀柔手段比作无法防范的飞弹。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §20.6.1-20.6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.6.1-20.6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。