§20.16.1ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ διʼ αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί.
在雷吉翁人的城市里,留驻在那里的罗马和盟国守备队发动了第二次起义,由此导致了许多人的屠杀和流亡。
τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν·
为了惩罚这些叛乱者,两位执政官之一的盖乌斯·杰努基乌斯率军出征。
γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν·
在控制了该城市后,他将雷吉翁流亡者们的财产归还给他们占有,而将那些袭击该城的人逮捕并绑缚押送至罗马。
ἐφʼ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον.
元元老院和人民对此极其愤怒和愤慨,以致于没有对他们提出任何宽大的处理意见,反而由所有部落投票,对所有涉案的罪犯判处了法律所规定的死刑。
§20.16.2κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί·
惩罚的决议获批准后,广场上竖起了木桩,他们被三百人一拨地带上来,双手手肘被反绑在身后,赤裸着绑在木桩上。
ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ ταῖς κεφαλαῖς νωτιαίους τένοντας·
接着,在众目睽睽之下被鞭笞折磨后,他们头颅下方的脊髓肌腱被用斧头砍断。
καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι.
在他们之后,又有另外三百人,接着又是同等数量的人被处死,总共达四千五百人。
καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλʼ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν.
他们甚至未能获得安葬,而是被从广场上拖到城外的一处开阔地,被鸟类和狗撕扯分食。