§19.18.1ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν;
“如果他们说出这些话,将我从元老院中除名,并将我转入不名誉者的部落中,我将有什么合理的理由对他们说或做呢?
τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ §19.18.2καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών;
在落入如此巨大的耻辱并波及我所有的子孙之后,我此后将过着怎样的生活呢?
σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, διʼ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ;
而对你来说,在失去了能有所作为并受到公民器重的能力(你如今对我如此热切,也正是因为这些)之后,我怎么还会显得对你有用呢?
λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.
那么,对于一个再也无法在祖国占有一席之地的人来说,唯一的选择便是宣告自己见耻的流亡,带着全家离开。
§19.18.3ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον;
那么此后,我的余生将在何处度过?
ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός;
又有什么地方会接纳一个理所当然失去了言论自由的我呢?
ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν;
发誓,是你的王国吗? 你会为我提供所有僭主式的幸福吗?
καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν;
可是,你夺走了所有财富中最珍贵的东西——自由,你又能赐予我什么如此巨大的好处来补偿你所夺走的呢?
§19.18.4πῶς δʼ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος;
到了暮年才开始学习服侍,我又怎能忍受生活的这种剧变呢?
ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθʼ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθʼ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλʼ οὐκ ἐν ἀρετῇ;
要知道,那些出生在王权和僭主统治下的人,只要天性高尚,都会渴望自由,并认为一切好处都比不上自由,更何况是在自由且习惯于统治他人的城邦中生活过的人,又怎能温和地忍受从好变坏的转变,甘愿从自由人变成奴隶呢? 难道只是为了每天摆上丰盛的筵席,随身带着许多仆人,并尽情享用美丽的妇女和孩童,仿佛人类的幸福在于这些,而不是在于美德?
§19.18.5αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτʼ ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον;
而即使有人承认这些东西本身值得极大的追求,但在没有保障的情况下,又怎么会有令人愉悦的享受呢?
ἐφʼ ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι.
因为这些享乐掌握在提供它们的你们手中,只要你们愿意,随时可以将其收回。
ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος ὁ παρὰ τοῖς βασιλεῦσι βίος.
更不必说那些嫉妒、诽谤、时刻处于危险和恐惧之中的生活,以及在国王身边的生活所带来的许多其他痛苦且不配有高贵精神的事物了。
§19.18.6μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφʼ ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος.
愿法布里基乌斯不要被如此巨大的疯狂所控制,以至于离开名声显赫的罗马,选择在伊庇鲁斯生活;在可以领导一个统治城邦的时候,却选择受制于一个从不与他人平等相待、且习惯于听信众人阿谀奉承的单一男子。
§19.18.7ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην· διαμένων δὲ τοιοῦτος, οἷον ἡ φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν.
至于想要改变我的心志并使自己变得卑微,好让你对我没有任何怀疑,我是做不到的;而如果我保持天性和习惯所塑造的我的本色,我便会显得成为你的负担,且会被认为是在将统治权引向我自己。
τὸ δʼ ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδʼ ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον ἢ κατʼ ἰδιώτην ἔχοντα.
总而言之,我可以给你提出建议:不仅不要在你的王国中接纳法布里基乌斯,也不要接纳任何其他比你优秀或与你平等的人,甚至根本不要接纳任何在自由习惯中长大、且拥有超越平民精神的男子。
§19.18.8οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς.
因为一个志向高远的人,对于国王来说既不是安全的共处者,也不是令人愉快的。
ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, ἅ σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες ἡμᾶς ἀπιέναι.
但是关于你自己的利益以及你应当做的事,你自己去判断;而关于俘虏,在做出合理的决定后,请放我们离去。
ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς ὁ βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν· οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος ἡ πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός·
” 当他结束发言时,国王赞叹他灵魂的高尚,执其右手说道:“我不再感到奇怪,为什么你们的城邦如此闻名并获得了如此巨大的统治权力,因为它孕育了这样的男子。
καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφʼ ἃ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων.
因此,我最希望从一开始我们就没有任何分歧;但既然已经发生,且某位神明希望我们在相互测试了力量与美德之后再聚在一起,我已准备好达成和解。 为了率先开始你们请求我的仁爱行为,我免除赎金将所有俘虏赠予城邦。
Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. στεπη. βψζ. ς. ϝ. Ὠκεανός.
”征服利比亚,直至靠近大洋的部族……大洋。