Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §20.2.1-20.2.6

阿斯库卢姆的激战与皮洛士投入战象

第 947 段,共 962 段 · 希腊语

内容简介

双方展开激战,骑兵和步兵在两翼互有胜负。皮洛士国王投入战象,罗马的防象战车起初成功阻击,但随后被击毁;接着,国王方阵中央的卢卡尼亚人和布鲁蒂翁人战败溃逃,导致战线开始崩溃。

§20.2.1ἐπεὶ δὲ τὰ σημεῖα τῆς μάχης ἀνεδείχθη, παιανίσαντες οἱ στρατιῶται καὶ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐχώρουν ὁμόσε καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τὴν ἐνόπλιον ἐπιστήμην.
当战斗的信号升起时,士兵们高唱凯歌,向埃纽阿里奥斯发出战吼,一齐向前推进。 他们猛烈交锋,施展出全部的武艺进行战斗。
οἱ μὲν ἱππεῖς οἱ παρὰ ἀμφότερα τεταγμένοι τὰ κέρατα προειδότες, ἐν οἷς ἐπλεονέκτουν αὐτοὶ τῶν πολεμίων, εἰς ταῦτα κατέφευγον, Ῥωμαῖοι μὲν εἰς τὴν ἐκ χειρὸς καὶ σταδιαίαν μάχην, τὸ δὲ τῶν Ἑλλήνων ἱππικὸν εἰς τὰς περιελάσεις καὶ τοὺς ἐξελιγμούς·
部署在两翼的骑兵预先知道自己在哪些方面对敌占有优势,便诉诸这些战术:罗马人诉诸白刃战和阵地战,而希腊骑兵则诉诸包抄与回旋。
§20.2.2καὶ οἱ μὲν ὁπότε διώκοιντο ὑπὸ τῶν Ἑλλήνων, ἐπιστρέψαντες τοὺς ἵππους καὶ τοὺς χαλινοὺς κατασχόντες ἐπεζομάχουν, οἱ δὲ ὁπότε τοὺς Ῥωμαίους μάθοιεν εἰς ἀντίπαλα καθισταμένους, ἐπὶ δόρυ κλίναντες καὶ διʼ ἀλλήλων ἐξελίξαντες περιεδίνουν τοὺς ἵππους αὖθις ἐπὶ τὸ μέτωπον καὶ §20.2.3τὰ κέντρα προσβαλόντες ἐχώρουν ὁμόσε.
每当罗马人被希腊人追击时,他们便调转马头、勒紧缰绳,下马步战;而希腊人一旦发现罗马人列阵抵抗,便向右转旋,穿插交错地解开队形,然后再次将马头转回正面,策马加鞭发起冲锋。
ἡ μὲν οὖν δὴ τῶν ἱππέων μάχη τοιαύτη τις ἦν, ἡ δὲ τῶν πεζῶν τῇ μὲν ἐμφερὴς ἐκείνῃ, τῇ δὲ διάφορος.
骑兵的战斗大致如此,而步兵的战斗则在某些方面与此相似,在另一些方面又有所不同。
ἐμφερὴς μὲν κατὰ τὸ σύμπαν, διάφορος δὲ κατὰ τὰ μέρη.
整体上相似,但局部上相异。
τὸ μὲν γὰρ δεξιὸν κέρας ἐπιρρεπέστερον ὑπῆρχεν ἑκατέροις, τὸ δʼ ἀριστερὸν ὑποδεέστερον.
因为对双方而言,右翼都处于优势,而左翼则处于劣势。
οὐ μέντοι σὺν τῷ ἀσχήμονι τὰ νῶτα τοῖς πολεμίοις ἐνέκλιναν οὐδέτεροι, ἀλλὰ σὺν κόσμῳ καὶ παρὰ ταῖς σημείαις μένοντες ἑκάτεροι καὶ τὴν προβολὴν φυλάττοντες κατὰ μικρὸν ὑπεχώρουν ὀπίσω.
然而,双方都没有狼狈地向敌人转身逃跑,而是保持着秩序,坚守在各自的军旗旁,维持着防御姿态,一步步向后退却。
§20.2.4οἱ δὲ ἀριστεύσαντες ἦσαν ἐκ μὲν τῆς βασιλικῆς στρατιᾶς Μακεδόνες — οὗτοι γὰρ ἀνέστειλαν τὸ πρῶτον τῶν Ῥωμαίων στρατόπεδον καὶ τοὺς σὺν αὐτοῖς ταχθέντας Λατίνους — ἐκ δὲ τῆς Ῥωμαικῆς οἱ συνελθόντες εἰς τὸ δεύτερον τάγμα Μολοττοῖς καὶ Θεσπρωτοῖς καὶ Χάοσιν ἐναντίοι.
表现最英勇的,在国王的军队中是马其顿人——因为他们击退了罗马的第一军团以及与他们一同部署的拉丁人——在罗马军队中,则是集结在第二军团、正对莫洛西亚人、塞斯普罗蒂亚人和卡奥尼亚人的士兵。
κελεύσαντος δὲ τοῦ βασιλέως τοὺς ἐλέφαντας ἐπὶ τὸ κάμνον τῆς στρατιᾶς ἄγειν, μαθόντες τὴν ἔφοδον τῶν θηρίων οἱ ταῖς κεραιοφόροις ἐπιβεβηκότες ἁμάξαις ἤλαυνον ὁμόσε.
当国王命令将战象引向己方陷入苦战的战线时,那些登上装有横梁战车的人察觉到了猛兽的袭来,便驾车迎击。
§20.2.5οὗτοι τὸ μὲν πρῶτον ἐπέσχον τῆς ὁρμῆς τὰ θηρία, παίοντες ταῖς μηχαναῖς καὶ τὰς πυρφόρους χεῖρας ἐς τὰς ὄψεις αὐτῶν ἐντρέποντες.
起初,他们用机械打击战象,并将喷火装置对准它们的脸部,从而遏制了猛兽的冲锋。
ἔπειτα οὐκέτι προσαγόντων τὰ θηρία τῶν ἐφεστηκότων τοῖς πύργοις, ἀλλὰ ταῖς λόγχαις βαλλόντων ἄνωθεν καὶ τῶν ψιλῶν διακοπτόντων τὰ περικείμενα γέρρα ταῖς ἁμάξαις καὶ νευροτομούντων τοὺς βόας καταπηδῶντες ἀπὸ τῶν ὀχημάτων οἱ πρὸς ταῖς μηχαναῖς κατέφευγον εἰς τοὺς ἔγγιστα πεζοὺς καὶ πολλὴν παρεῖχον αὐτοῖς ταραχήν.
但随后,塔楼上的士兵不再让野兽前进,而是从上方投掷标枪,轻装兵也砍断了战车周围的编织盾,并割断了拉车公牛的后腿腱,于是操作机械的人纷纷跳下战车,逃向最近的步兵,给他们带来了极大的混乱。
§20.2.6οἱ δὲ ἐν μέσῃ τῇ βασιλικῇ φάλαγγι ταχθέντες Λευκανοὶ καὶ Βρέττιοι χρόνον οὐ πολὺν ἀγωνισάμενοι τρέπονται πρὸς φυγὴν ὑπὸ τοῦ τετάρτου Ῥωμαικοῦ τάγματος ἀνασταλέντες.
与此同时,部署在国王方阵中央的卢卡尼亚人和步鲁蒂翁人在战斗了不长的时间后,便被罗马第四军团击退,转入溃逃。
ὡς δὲ ἅπαξ ἐνέκλιναν οὗτοι, καὶ διερράγη τὸ κατʼ αὐτοὺς μέρος τῆς φάλαγγος, οὐδὲ οἱ τὴν πλησίον αὐτῶν λαβόντες στάσιν Ταραντῖνοι παρέμενον, ἀλλὰ ἐντρέψαντες κἀκεῖνοι τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον. ατη.
一旦这些人败退,他们所在的方阵部分被突破,紧邻他们部署的塔兰托人也未能坚守阵地,而是同样转过身去,向敌人示背逃跑。

词汇与语法注释

  1. §20.2.1ἐν οἷς ἐπλεονέκτουν — 关系代名词 οἷς 自身包含先行词,指前述骑兵部队对敌方占有优势的“特定领域(战斗方式)”,即“他们占优势的方面”。
  2. §20.2.2ἐπὶ δόρυ κλίναντες — 古希腊军事专业术语。由于士兵右手执枪(δόρυ)、左手持盾(ἀσπίς),因此该词表示“向右旋回”。其反义词为表示向左旋回的 ἐπʼ ἀσπίδα κλίνειν。
  3. §20.2.5οὐκέτι προσαγόντων τὰ θηρία τῶν ἐφεστηκότων τοῖς πύργοις — 属格独立结构。主语是 τῶν ἐφεστηκότων(站在塔楼上的人),动词分词 προσαγόντων 具有使役或主动的含义,指“(象塔上的士兵)不再让野兽靠近(战车)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §20.2.1-20.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.2.1-20.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。