Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.8.1-2.8.4

贵族与平民阶层的划分及其词源

第 99 段,共 962 段 · 希腊语

内容简介

本段结合雅典的社会阶级划分,介绍了罗穆路斯将罗马公民分为贵族(帕特里奇)与平民(普雷布斯)的制度,并阐述了关于“帕特里奇”名称起源的两种不同解释。

§2.8.1ἑτέρα δὲ αὐτῶν πάλιν τῶν ἀνδρῶν ἡ τὰ φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα κατὰ τὴν ἀξίαν, ἣν μέλλω διηγεῖσθαι.
此外,这些男子自身还有另一种根据价值分配恩惠与荣誉的划分,这正是我将要叙述的。
τοὺς ἐπιφανεῖς κατὰ γένος καὶ διʼ ἀρετὴν ἐπαινουμένους καὶ χρήμασιν ὡς ἐν τοῖς τότε καιροῖς εὐπόρους, οἷς ἤδη παῖδες ἦσαν, διώριζεν ἀπὸ τῶν ἀσήμων καὶ ταπεινῶν καὶ ἀπόρων.
罗穆路斯将那些因出身显赫、因美德受到赞誉、在当时标准下富有且已育有子女的人,与那些无名、卑微和贫困的人区分开来。
ἐκάλει δὲ τοὺς μὲν ἐν τῇ καταδεεστέρᾳ τύχῃ πληβείους, ὡς δʼ ἂν Ἕλληνες εἴποιεν δημοτικούς· τοὺς δʼ ἐν τῇ κρείττονι πατέρας εἴτε διὰ τὸ πρεσβεύειν ἡλικίᾳ τῶν ἄλλων, εἴθʼ ὅτι παῖδες αὐτοῖς ἦσαν, εἴτε διὰ τὴν ἐπιφάνειαν τοῦ γένους, εἴτε διὰ πάντα ταῦτα· ἐκ τῆς Ἀθηναίων πολιτείας, ὡς ἄν τις εἰκάσειε, τῆς κατʼ ἐκεῖνον τὸν χρόνον ἔτι διαμενούσης τὸ παράδειγμα λαβών.
他称处于较低境遇的人为“普雷布斯”(如希腊人所说的“平民”),而称处于较好境遇的人为“父亲们”,这或许是因为他们在年龄上长于他人,或许是因为他们育有子女,或许是因为出身的显贵,又或许是因为所有这些原因;正如人们所推测的那样,他是从当时仍然存在的雅典政体中汲起这一范式。
§2.8.2ἐκεῖνοι μὲν γὰρ εἰς δύο μέρη νείμαντες τὸ πλῆθος εὐπατρίδας μὲν ἐκάλουν τοὺς ἐκ τῶν ἐπιφανῶν οἴκων καὶ χρήμασι δυνατούς, οἷς ἡ τῆς πόλεως ἀνέκειτο προστασία, ἀγροίκους δὲ τοὺς ἄλλους πολίτας, οἳ τῶν κοινῶν οὐδενὸς ἦσαν κύριοι· σὺν χρόνῳ §2.8.3δὲ καὶ οὗτοι προσελήφθησαν ἐπὶ τὰς ἀρχάς.
因为雅典人将民众分为两部分,称那些出身显赫家族、富有且掌握城邦保护权的人为“优波特里代”(贵族),而称其他在公共事务中没有任何决定权的公民为“阿格罗伊科伊”(农民);但随着时间的推移,这些人也被接纳担任官职。
οἱ μὲν δὴ τὰ πιθανώτατα περὶ τῆς Ῥωμαίων πολιτείας ἱστοροῦντες διὰ ταύτας τὰς αἰτίας κληθῆναί φασι τοὺς ἄνδρας ἐκείνους πατέρας καὶ τοὺς ἐκγόνους αὐτῶν πατρικίους, οἱ δὲ πρὸς τὸν ἴδιον φθόνον ἀναφέροντες τὸ πρᾶγμα καὶ διαβάλλοντες εἰς δυσγένειαν τὴν πόλιν οὐ διὰ ταῦτα πατρικίους ἐκείνους κληθῆναί φασιν, ἀλλʼ ὅτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι, ὡς τῶν γε ἄλλων δραπετῶν ὄντων καὶ οὐκ ἐχόντων ὀνομάσαι πατέρας ἐλευθέρους.
那些对罗马政体作出了最可信记述的历史学家说,正是因为这些原因,那些人被称为“父亲们”,他们的子孙被称为“贵族(帕特里奇)”;然而,那些出于自身嫉妒来解释这一事情并诽谤该城邦出身卑贱的人则说,他们被称为帕特里奇并不是因为这些原因,而是因为只有他们能够指出自己的父亲,而其他人都是逃亡者,无法说出自由人父亲的名字。
§2.8.4τεκμήριον δὲ τούτου παρέχουσιν, ὅτι τοὺς μὲν πατρικίους, ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν, οἱ κήρυκες ἐξ ὀνόματός τε καὶ πατρόθεν ἀνηγόρευον, τοὺς δὲ δημοτικοὺς ὑπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς ἐκκλησίας συνῆγον.
作为对此的证据,他们提出:每当国王决定召集他们时,传令官会按个人名字及父名来宣召帕特里奇,而一些助手则用吹响牛角笛的方式,将平民集体召集到公民大会。
ἔστι δὲ οὔτε ἡ τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε ἡ τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλʼ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους.
然而,传令官的宣召并不是帕特里奇高贵出身的证据,角笛的声音也不是平民身份不明的标志,相反,前者代表荣誉,后者代表迅速。
οὐ γὰρ οἷόντε ἦν ἐν ὀλίγῳ χρόνῳ τὴν πληθὺν καλεῖν ἐξ ὀνόματος.
因为在很短的时间内,是不可能把所有人按名字一一宣召的。

词汇与语法注释

  1. 2.8.1ἑτέρα δὲ αὐτῶν πάλιν τῶν ἀνδρῶν ἡ τὰ φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα — 阴性单数主格形容词 ἑτέρα 暗示省略了前文中的名词 διαίρεσις(划分)。属格短语 αὐτῶν τῶν ἀνδρῶν 作为整体属格,指代前文已经划分到各部落中的同一批人。
  2. 2.8.3ὅτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι — 动词 εἶχον 后接不定式 ἀποδεῖξαι 表示能力(“能够指出”)。这构成了中伤者们的论调,即只有帕特里奇能够证明自己的父亲是谁(且是自由人)。
  3. 2.8.4ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν — 连词 ὁπότε 与希求法动词 δόξειε 连用,表示过去反复发生的条件(“每当国王们决定召集时”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.8.1-2.8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.8.1-2.8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。