§2.74.1τὰ δʼ εἰς εὐτέλειάν τε καὶ σωφροσύνην ἄγοντα τὸν ἑκάστου βίον καὶ εἰς ἐπιθυμίαν καταστήσαντα τῆς φυλαττούσης ἐν ὁμονοίᾳ τὴν πόλιν δικαιοσύνης πλεῖστα ὅσα, τὰ μὲν ἐγγράφοις περιληφθέντα νόμοις, τὰ δʼ ἐξω γραφῆς εἰς ἐπιτηδεύσεις ἀχθέντα καὶ συνασκήσεις χρονίους·
引导每个人的生活走向节俭和节制,并使人对在和谐中保护城邦的正义产生渴望的规制非常之多;其中一些包含在成文法中,另一些则是非成文的,通过习惯性实践和长期训练得以推行。
ὑπὲρ ὧν ἁπάντων μὲν πολὺ ἂν ἔργον εἴη λέγειν, ἀρκέσει δὲ δύο τὰ μεγίστης μνήμης τυχόντα τεκμήρια καὶ τῶν ἄλλων §2.74.2γενέσθαι·
关于所有这些,要一一叙述将是一件繁重的工作,但只要列举两个获得最深记忆的证据,并让它们作为其他事物的代表就足够了。
τῆς μὲν αὐταρκείας καὶ τοῦ μηδένα τῶν ἀλλοτρίων ἐπιθυμεῖν ἡ περὶ τοὺς ὁρισμοὺς τῶν κτήσεων νομοθεσία.
关于自足和不觊觎他人财物的第一项规制,是关于财产边界划分的立法。
κελεύσας γὰρ ἑκάστῳ περιγράψαι τὴν ἑαυτοῦ κτῆσιν καὶ στῆσαι λίθους ἐπὶ τοῖς ὅροις ἱεροὺς ἀπέδειξεν ὁρίου Διὸς τοὺς λίθους, καὶ θυσίας ἔταξεν αὐτοῖς ἐπιτελεῖν ἅπαντας ἡμέρᾳ τακτῇ καθʼ ἕκαστον ἐνιαυτὸν ἐπὶ τὸν τόπον συνερχομένους, ἑορτὴν ἐν τοῖς πάνυ τιμίαν τὴν τῶν ὁρίων θεῶν καταστησάμενος.
因为他命令每个人划定自己的财产范围,并在边界上立石,宣布这些石头是属于边界之神朱庇特的圣物,并规定所有人每年在固定的日子聚集到该地向它们献祭,从而确立了一个在边界诸神节日中极受尊崇的节日。
§2.74.3ταύτην Ῥωμαῖοι Τερμινάλια καλοῦσιν ἐπὶ τῶν τερμόνων καὶ τοὺς ὅρους αὐτοὺς ἑνὸς ἀλλαγῇ γράμματος παρὰ τὴν ἡμετέραν διάλεκτον ἐκφέροντες τέρμινας προσαγορεύουσιν.
罗马人因边界而称这个节日为“特米纳利亚”,并且他们称呼边界本身时,与我们的语言相比改变了一个字母,读作“特米内斯”。
εἰ δέ τις ἀφανίσειεν ἢ μεταθείη τοὺς ὅρους, ἱερὸν ἐνομοθέτησεν εἶναι τοῦ θεοῦ τὸν τούτων τι διαπραξάμενον, ἵνα τῷ βουλομένῳ κτείνειν αὐτὸν ὡς ἱερόσυλον ἥ τε ἀσφάλεια καὶ τὸ καθαρῷ μιάσματος εἶναι προσῇ.
如果有人消除或移动了这些边界,他立法规定做出此类行为的人将成为该神的“献祭品(sacer)”,以便让那些希望将他作为亵渎神圣者杀死的人能够获得安全且免受污染。
§2.74.4τοῦτο δ οὐκ ἐπὶ τῶν ἰδιωτικῶν κατεστήσατο μόνον κτήσεων τὸ δίκαιον, ἀλλὰ καὶ ἐπὶ τῶν δημοσίων, ὅροις κἀκείνας περιλαβών, ἵνα καὶ τὴν Ῥωμαίων γῆν ἀπὸ τῆς ἀστυγείτονος ὅριοι διαιρῶσι θεοὶ καὶ τὴν κοινὴν ἀπὸ τῆς ἰδίας.
他不仅对私有财产确立了这一正义的原则,也对公共财产确立了这一原则,用边界将它们也包围起来,以便让边界诸神将罗马人的土地与邻近的土地区分开来,并将公有土地与私有土地区分开来。
τοῦτο μέχρι τῶν καθʼ ἡμᾶς χρόνων φυλάττουσι Ῥωμαῖοι μνημεῖα τῆς ὁσίας αὐτῆς ἕνεκα.
罗马人直到我们的时代仍保持着这一做法,以作为对这种神圣性本身的纪念。
θεούς τε γὰρ ἡγοῦνται τοὺς τέρμονας καὶ θύουσιν αὐτοῖς ὁσέτη τῶν μὲν ἐμψύχων οὐδὲν ʽοὐ γὰρ ὅσιον αἱμάττειν τοὺς λίθουσʼ πελάνους δὲ §2.74.5δημητρίους καὶ ἄλλας τινὰς καρπῶν ἀπαρχάς.
因为他们将边界石视为神明,每年向它们献祭,不使用任何有生命的东西(因为用血染红石头是不虔敬的),而是用德墨忒尔的谷物祭品以及其他一些作物的初穗。
ἐχρῆν δὲ καὶ τὸ ἔργον ἔτι φυλάττειν πιστὸν αὐτούς, οὗ χάριν θεοὺς ἐνόμισε τοὺς τέρμονας ὁ Νόμας, ἱκανουμένους τοῖς ἑαυτῶν κτήμασι, τῶν δʼ ἀλλοτρίων μήτε βίᾳ σφετεριζομένους μηδὲν μήτε δόλῳ.
然而,他们本应同样忠实地保持这种实际的行为——即纽玛将边界石视为神明的初衷:满足于自己的财产,不通过暴力或欺诈来侵占任何他人的财产。
νῦν δʼ οὐχ ὡς ἄμεινον οὐδʼ ὡς οἱ πρόγονοι παρέδοσαν ὁρίζουσί τινες ἀπὸ τῶν ἀλλοτρίων τὰ οἰκεῖα, ἀλλʼ ἔστιν αὐτοῖς ὅρος τῶν κτήσεων οὐχ ὁ νόμος, ἀλλʼ ἡ πάντων ἐπιθυμία, πρᾶγμα οὐ καλόν.
但如今,有些人将自己的财产与他人的财产分隔开来,既不是为了更好,也不是按照祖先流传下来的方式,对他们来说,财产的边界不是法律,而是对一切事物的贪欲,这是一件不光彩的事。
ἀλλʼ ὑπὲρ μὲν τούτων ἑτέροις παρίεμεν σκοπεῖν.
但是,关于这些事情,我们留给其他人去思考。