Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.72.1-2.72.9

斐提亚里神职团的起源与宣战和平程序

第 163 段,共 962 段 · 希腊语

内容简介

作者介绍了纽玛国王设立的第七类神职斐提亚里(和平裁判官)的起源,并详细阐述了他们在维护条约、宣战与缔结和平等事务所履行的极其虔敬的法律和宗教程序。

§2.72.1ἡ δὲ ἑβδόμη μοῖρα τῆς ἱερᾶς νομοθεσίας τῷ συστήματι προσετέθη τῶν καλουμένων φετιαλίων.
圣法的第七部分被归入被称为斐提亚里(fetiales)的神官团体。
οὗτοι δʼ ἂν εἴησαν κατὰ τὴν Ἑλληνικὴν καλούμενοι διάλεκτον εἰρηνοδίκαι.
按照希腊语,他们大概会被称为和平裁判官。
εἰσὶ δʼ ἐκ τῶν ἀρίστων οἴκων ἄνδρες ἐπίλεκτοι διὰ παντὸς ἱερώμενοι τοῦ βίου, Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου·
他们是选自最优秀家族的男子,终身担任神职,乃是由纽玛国王最早为罗马人设立了这一神圣官职。
§2.72.2εἰ μέντοι παρὰ τῶν καλουμένων Αἰκικλῶν τὸ παράδειγμα ἔλαβεν ὥσπερ οἴονταί τινες, ἢ παρὰ τῆς Ἀρδεατῶν πόλεως ὡς γράφει Γέλλιος οὐκ ἔχω λέγειν, ἀπόχρη δὲ μοι τοσοῦτο μόνον εἰπεῖν, ὅτι πρὸ τῆς Νόμα ἀρχῆς οὔπω τὸ τῶν εἰρηνοδικῶν σύστημα παρὰ Ῥωμαίοις ἦν.
然而,他究竟是像某些人所认为的那样,从被称为埃クイコラ(Aequicoli)的人那里得到了这个范本,还是像格利乌斯所写的那样,是从阿尔デア人的城市那里得到的,我无法断言;但对我而言,只需说出这一点便已足够:在纽玛的统治之前,罗马人中还没有和平裁判官的团体。
§2.72.3κατεστήσατο δʼ αὐτὸ Νόμας ὅτε Φιδηνάταις ἔμελλε πολεμεῖν λῃστείας καὶ καταδρομὰς τῆς χώρας αὐτοῦ ποιησαμένοις, εἰ βούλοιντο συμβῆναι δίχα πολέμου πρὸς αὐτόν, ὅπερ εἰς ἀνάγκην καταστάντες ἐποίησαν.
纽玛是在准备对菲德纳人(Fidenates)作战时设立了该制度,因为这些人曾对他的领土进行劫掠和入侵;设立此制度是为了防备他们如果愿意在不诉诸战争的情况下与他达成和解——他们也确实由于陷入了绝境而这样做了。
οἴομαι δʼ ἐπειδήπερ οὐκ ἔστιν ἐπιχώριον Ἕλλησι τὸ περὶ τοὺς εἰρηνοδίκας ἀρχεῖον ἀναγκαῖον εἶναί μοι πόσων καὶ πηλίκων ἐστὶ πραγμάτων κύριον διελθεῖν, ἵνα τοῖς ἀγνοοῦσι τὴν Ῥωμαίων εὐσέβειαν, ἣν οἱ τότε ἄνδρες ἐπετήδευον, μὴ παράδοξον εἶναι φανῇ τὸ πάντας αὐτοῖς τὸ κάλλιστον λαβεῖν τοὺς πολέμους τέλος.
我认为,由于和平裁判官这一官职对希腊人而言并非本土旧俗,因此我有必要详细阐述它管辖着多少、又是多么重大的事务,以免对于那些不了解罗马人当时的虔敬态度的人来说,他们所有的战争都获得了最美满的结局显得有些不可思议。
§2.72.4ἁπάντων γὰρ αὐτῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εὐσεβεστάτας φανήσονται ποιησάμενοι καὶ διὰ τοῦτο μάλιστα τοὺς θεοὺς ἐσχηκότες ἐν τοῖς κινδύνοις εὐμενεῖς.
因为他们显而易见地使所有战争的开端和由头都极其合乎虔敬,并且由于这一点,尤其是在危难之中得到了神明的庇佑。
ἅπαντα μὲν οὖν ὅσα ἀνάκειται τούτοις τοῖς εἰρηνοδίκαις ἐπελθεῖν διὰ πλῆθος οὐ ῥᾴδιον, κεφαλαιώδει δʼ ὑπογραφῇ δηλῶσαι τοιάδʼ ἐστι· φυλάττειν ἵνα μηδένα Ῥωμαῖοι πόλεμον ἐξενέγκωσι κατὰ μηδεμιᾶς ἐνσπόνδου πόλεως ἄδικον, ἀρξάντων δὲ παρασπονδεῖν εἰς αὐτοὺς ἑτέρων πρεσβεύεσθαί τε καὶ τὰ δίκαια πρῶτον αἰτεῖν λόγῳ, ἐὰν δὲ μὴ πείθωνται τοῖς ἀξιουμένοις, §2.72.5τότʼ ἐπικυροῦν τὸν πόλεμον.
因而,要详尽叙述这些和平裁判官所承担的一切职责,因其数量繁多并非易事,但若以概要的轮廓来表明,则大致如下:监督罗马人不对任何缔结了条约的城市发动非正义的战争;而若其他城市首先开始对他们破坏协定,则先派遣使节口头要求伸张正义;如果对方不顺从这些要求,这时才批准战争。
ὁμοίως δὲ κἂν ἀδικεῖσθαί τινες ὑπὸ Ῥωμαίων ἔνσπονδοι λέγοντες τὰ δίκαια αἰτῶσι, τούτους διαγινώσκειν τοὺς ἄνδρας εἴ τι πεπόνθασιν ἔκσπονδον καὶ ἐὰν δόξωσι τὰ· προσήκοντα ἐγκαλεῖν τοὺς ἐνόχους ταῖς αἰτίαις συλλαβόντας ἐκδότους τοῖς ἀδικηθεῖσι παραδιδόναι τά τε περὶ τοὺς πρεσβευτὰς ἀδικήματα δικάζειν καὶ τὰ περὶ τὰς συνθήκας ὅσια φυλάττειν εἰρήνην τε ποιεῖσθαι καὶ γεγενημένην, ἐὰν μὴ κατὰ τοὺς ἱεροὺς δόξῃ πεπρᾶχθαι νόμους, ἀκυροῦν καὶ τὰς τῶν στρατηγῶν παρανομίας, ὅσαι περί τε ὅρκους καὶ σπονδὰς ἐπιτελοῦνται, διαγινώσκοντας ἀφοσιοῦσθαι, περὶ ὧν κατὰ §2.72.6τοὺς οἰκείους καιροὺς ποιήσομαι τον λόγον.
同样,如果有任何条约盟友声称受到罗马人的伤害并要求公道,则由这些神官来审理他们是否遭受了违反条约的对待,如果判定他们的投诉合理,就要逮捕罪魁祸首并将其交出给受害者;以及审理涉及使节的罪行,维护有关条约的圣洁,缔结和平,而对于已经缔结的和平,若被判定非依圣法达成,则宣布无效;并且在审理将领们在誓言和盟约方面所犯下的各种违法行为后进行涤罪;关于这些事情,我将在合适的时机进行论述。
τὰ δὲ περὶ τὰς ἐπικηρυκείας ὑπʼ αὐτῶν γινόμενα, ὅτε τὴν δόξασαν ἀδικεῖν πόλιν αἰτοῖεν δίκας ʽἄξιον γὰρ μηδὲ ταῦτʼ ἀγνοεῖν κατὰ πολλὴν φροντίδα τῶν ὁσίων καὶ δικαίων γινόμενἀ τοιαῦτα παρέλαβον· εἷς μὲν ἐκ τῶν εἰρηνοδικῶν, ὃν οἱ λοιποὶ προχειρίσαιντο, κεκοσμημένος ἐσθῆτι καὶ φορήμασιν ἱεροῖς, ἵνα διάδηλος ᾖ παρὰ τοὺς ἄλλους, εἰς τὴν τῶν ἀδικούντων παρεγίνετο πόλιν· ἐπιστὰς δὲ τοῖς ὁρίοις τόν τε Δία καὶ τοὺς ἄλλους ἐπεκαλεῖτο θεοὺς μαρτυρόμενος ὅτι δίκας αἰτῶν ἥκει περὶ τῆς Ῥωμαίων πόλεως· §2.72.7ἔπειτα ὀμόσας ὅτι πρὸς ἀδικοῦσαν ἔρχεται πόλιν καὶ ἀρὰς τὰς μεγίστας εἰ ψεύδοιτο ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῇ Ῥώμῃ, τότʼ ἐντὸς ᾔει τῶν ὅρων·
至于由他们执行的宣战使节的派遣,即向被认为犯下侵害的城市要求伸张正义(因为这些也是不容忽视的),是在对神圣与正义的极大关切下进行的,我所获知的过程如下:和平裁判官中的一员,由其余人选出,穿着圣洁的服饰并佩戴圣物,以便与其他普通人明显区别开来,前往行恶之人的城市;站在边界上,他会召唤宙斯及其他神明,见证他是为了罗马城前来要求公道的;接着,他起誓自己是去往一个犯下罪过的城市,并祈求如果自己有虚假,最严厉的诅咒便降临在自己和罗马身上,然后这才跨入国界。
ἔπειτα ὅτῳ πρώτῳ περιτύχοι τοῦτον ἐπιμαρτυράμενος, εἴτε τῶν ἀγροίκων εἴτε τῶν πολιτικῶν εἴη, καὶ τὰς αὐτὰς προσθεὶς ἀρὰς πρὸς τὴν πόλιν ᾤχετο, κᾆτα πρὶν εἰς τὴν πόλιν παρελθεῖν τὸν πυλωρὸν ἢ τὸν πρῶτον ἀπαντήσαντα ἐν ταῖς πύλαις τὸν αὐτὸν τρόπον ἐπιμαρτυράμενος εἰς τὴν ἀγορὰν προῄει·
随后,无论他最先遇到的人是乡野村民还是城中公民,他都召唤其作证,并加上相同的诅咒,然后朝那座城市走去;接着,在进入城市之前,以同样的方式召唤守门人或他在城门口遇到的第一个人作证,然后走向广场。
ἐκεῖ δὲ καταστὰς τοῖς ἐν τέλει περὶ ὧν ἥκοι διελέγετο πανταχῇ τούς τε ὅρκους καὶ §2.72.8τὰς ἀρὰς προστιθείς.
在那里驻足后,他向执政官们述说自己为何而来,处处加上那些誓言与诅咒。
εἰ μὲν οὖν ὑπέχοιεν τὰς δίκας παραδιδόντες τοὺς ἐν ταῖς αἰτίαις, ἀπῄει τοὺς ἄνδρας ἀπάγων φίλος τε ἤδη γεγονὼς καὶ παρὰ φίλων· εἰ δὲ χρόνον εἰς βουλὴν αἰτήσαιντο δέκα διδους ἡμέρας παρεγίνετο πάλιν καὶ μέχρι τρίτης αἰτήσεως ἀνεδέχετο.
因此,如果他们顺从公道,交出被指控的人,他便带着这些人离去,这时他已成了朋友,且是从朋友那里离开;但如果他们要求时间进行商议,他会给他们十天时间,然后再次前来,如此一直等到第三次要求为止。
διελθουσῶν δὲ τῶν. τριάκοντα ἡμερῶν, εἰ μὴ παρεῖχεν αὐτῷ τὰ δίκαια ἡ πόλις, ἐπικαλεσάμενος τούς τε οὐρανίους καὶ καταχθονίους θεοὺς ἀπῄει, τοσοῦτο μόνον εἰπὼν ὅτι βουλεύσεται περὶ αὐτῶν ἡ Ῥωμαίων πόλις ἐφʼ ἡσυχίας.
三十天过去后,如果该城市不向他伸张正义,在召唤了天上和地下的神明之后,他便离去,只留下这句话:罗马城将在闲暇时商议关于他们的事务。
§2.72.9καὶ μετὰ τοῦτο ἀπέφαινεν εἰς τὴν βουλὴν ἅμα τοῖς ἄλλοις εἰρηνοδίκαις παραγενόμενος ὅτι πέπρακται πᾶν αὐτοῖς ὅσον ἦν ὅσιον ἐκ τῶν ἱερῶν νόμων καὶ εἰ βούλοιντο ψηφίζεσθαι πόλεμον οὐδὲν ἔσται τὸ κωλῦσον ἀπὸ θεῶν.
在此之后,他与其他和平裁判官一同前往元老院,报告他们已经履行了圣法规定的一切神圣职责,如果他们想要投票决定战争,将不会受到来自神明的任何阻碍。
εἰ δέ τι μὴ γένοιτο τούτων οὔτε ἡ βουλὴ κυρία ἦν ἐπιψηφίσασθαι πόλεμον οὔτε ὁ δῆμος.
但如果这些程序中任何一项没有履行,无论元老院还是公民大会都无权投票决定战争。
περὶ μὲν οὖν τῶν εἰρηνοδικῶν τοσαῦτα παρελάβομεν.
关于和平裁判官,我们所获知的便是这些。

词汇与语法注释

  1. §2.72.1Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου — 属格独立结构(genitive absolute),用以解释前句中这一神官团体的背景,说明正是纽玛国王最早为罗马人设立了这一神圣官职。
  2. §2.72.5εἰρήνην τε ποιεῖσθαι καὶ γεγενημένην, ἐὰν μὴ κατὰ τοὺς ἱεροὺς δόξῃ πεπρᾶχθαι νόμους, ἀκυροῦν — 两个对称的不定式 `ποιεῖσθαι` 和 `ἀκυροῦν` 共享受词 `εἰρήνην`。完成时分词 `γεγενημένην` 修饰 `ἀκυροῦν` 的隐含宾语(即“已经缔结的[和平]”)。
  3. §2.72.8μέχρι τρίτης αἰτήσεως ἀνεδέχετο — 动词 `ἀνεδέχετο` 在此意为“等待”或“宽容”。通过给三次十天期限(共三十天)的宽限期界限,由 `μέχρι τρίτης αἰτήσεως`(直到第三次要求)来表示。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.72.1-2.72.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.72.1-2.72.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。