Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.69.1-2.69.3

女祭司图齐娅以筛汲水自证清白

第 160 段,共 962 段 · 希腊语

内容简介

圣贞女图齐娅被诬告不贞,但她通过用筛子从台伯河汲水运到广场这一奇迹证明了自己的清白。随后,控告者神秘失踪,作者也在此结束关于女神显现的记述。

§2.69.1ἔτι δὲ τούτου θαυμασιώτερόν ἐστι καὶ μύθῳ μᾶλλον ἐοικὸς ὃ μέλλω λέγειν.
然而,我将要叙述的事情比这更加令人惊异,并且更像神话。
κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν Τυκκίας ὄνομα, ἀφανισμὸν μὲν πυρὸς οὐκ ἔχοντα προφέρειν, ἄλλας δέ τινας ἐξ εἰκότων τεκμηρίων καὶ μαρτυριῶν ἀποδείξεις φέροντα οὐκ ἀληθεῖς· κελευσθεῖσαν δʼ ἀπολογεῖσθαι τὴν παρθένον τοῦτο μόνον εἰπεῖν, ὅτι τοῖς ἔργοις ἀπολύσεται τὰς διαβολάς·
人们说,有人诬告了圣贞女之一,名叫图齐娅,他无法以圣火熄灭作为控告理由,却根据似是非的迹象和证言提出了其他一些不真实的证据;而那名被命令进行辩护的贞女仅说了这句话:她将用行动来洗刷这些诽谤。
§2.69.2ταῦτα δʼ εἰποῦσαν καὶ τὴν θεὸν ἐπικαλεσαμένην ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι προάγειν ἐπὶ τὸν Τέβεριν ἐπιτρεψάντων μὲν αὐτῇ τῶν ἱεροφαντῶν, τοῦ δὲ κατὰ τὴν πόλιν ὄχλου συμπροπέμποντος· γενομένην δὲ τοῦ ποταμοῦ πλησίον τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα ὑπομεῖναι, ἀρυσαμένην ἐκ τοῦ ποταμοῦ κοσκίνῳ καὶ μέχρι τῆς ἀγορᾶς ἐνέγκασαν παρὰ τοὺς πόδας τῶν ἱεροφαντῶν ἐξερᾶσαι τὸ ὕδωρ.
人们说,她说完这些话并祈求女神引导她的道路后,便向台伯河走去,此时大祭司们允许了她,城市的群众也一同随行;当她来到河边时,她勇敢地尝试了在不可能的事中被称为首位的谚语式冒险,用筛子从河里汲水,运到广场上,并在大祭司们的脚前将水倒了出来。
§2.69.3καὶ μετὰ ταῦτά φασι τὸν κατήγορον αὐτῆς πολλῆς ζητήσεως γενομένης μήτε ζῶντα εὑρεθῆναι μήτε νεκρόν.
在这之后,人们说,尽管进行了广泛的搜寻,但她的控告者既没有被发现活着,也没有被发现死亡。
ἀλλʼ ὑπὲρ μὲν τῶν ἐπιφανειῶν τῆς θεᾶς ἔχων ἔτι πολλὰ λέγειν καὶ ταῦτα ἱκανὰ εἰρῆσθαι νομίζω.
然而,关于女神的显现,我虽然还有很多话可说,但由于这些已经足够,我认为已经叙述得可以了。

词汇与语法注释

  1. §2.69.1κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν — 属格 `μιᾶς τῶν παρθένων τῶν ἱερῶν` 是由动词 `κατηγορέω`(控告)支配的,该动词要求被控告的人用属格。`τινά`(宾格)是不定式 `κατηγορῆσαι` 的逻辑主语。
  2. §2.69.2ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι — 不定式短语 `ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι` 依赖于分词 `ἐπικαλεσαμένην`。`τὴν θεὸν`(女神)作为 `γενέσθαι` 的宾格主语,而 `ἡγεμόνα` 作宾格补足语。
  3. §2.69.2τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα — 名词短语 `τὸ ... τόλμημα` 作为不定式 `ὑπομεῖναι` 的直接宾语,其具体内容由随后的分词和不定式(`ἀρυσαμένην`、`ἐνέγκασαν` 和 `ἐξερᾶσαι`)作进一步阐述。
  4. §2.69.3ἔχων — 主格分词 `ἔχων` 与主句动词 `νομίζω` 的未表达的第一人称单数主语(作者自身)一致。此处作让步状语理解(“虽然我还有”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.69.1-2.69.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.69.1-2.69.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。