Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.67.1-2.67.5

维斯塔贞女的服役期与惩罚

第 158 段,共 962 段 · 希腊语

内容简介

描述了维斯塔贞女的人数、三十年的服役期(学习、执行、传授各十年)、退役后的生活,以及对违规者的严厉惩罚,同时指出圣火熄灭对国家而言是极不样之兆。

§2.67.1αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατʼ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφʼ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθʼ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα διʼ ἡμέρας μὲν οὐδεὶς.
侍奉女神的贞女起初在国王们根据努马建立的规范进行选拔时为四人,但后来由于她们所执行的祭祀繁多而增至六人,并一直保持到我们的时代。
ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.
她们在女神身旁居住,白天不禁止任何想进入的人,但在夜间任何男性在此留宿都是不合神法的。
§2.67.2χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δʼ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας.
她们必须保持不婚之身三十年之久,依法献祭并履行其他宗教仪式,在此期间,她们必须学习十年,执行祭祀十年,剩下的十年则教导他人。
ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς ἱερωσύνης γαμεῖσθαι.
当三十年期满后,没有任何东西能阻碍那些愿意的人摘下桂冠和祭司的其他标志去结婚。
καὶ ἐποίησάν τινες τοῦτο πάνυ ὀλίγαι, αἷς ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων καὶ οὐ πάνυ εὐτυχεῖς, ὥστε διʼ οἰωνοῦ λαμβάνουσαι τὰς ἐκείνων συμφορὰς αἱ λοιπαὶ παρθένοι μένουσι παρὰ τῇ θεῷ μέχρι θανάτου, τότε δὲ εἰς τὸν τῆς ἐκλιπούσης ἀριθμὸν ἑτέρα πάλιν ὑπὸ τῶν ἱεροφαντῶν ἀποδείκνυται.
确实有一些人这样做过,但人数极少,她们的晚年结局令人不齿且很不幸福,因此其余的贞女将她们的灾祸视为凶兆,一直留在女神身边直到去世,届时便由大祭司们重新选出另一人来填补逝者的空缺。
§2.67.3τιμαὶ δὲ αὐταῖς ἀποδέδονται παρὰ τῆς πόλεως πολλαὶ καὶ καλαί, διʼ ἃς οὔτε παίδων αὐταῖς ἐστι πόθος οὔτε γάμων, τιμωρίαι τε ἐπὶ τοῖς ἁμαρτανομένοις κεῖνται μεγάλαι, ὧν ἐξετασταί τε καὶ κολασταὶ κατὰ νόμον εἰσὶν οἱ ἱεροφάνται, τὰς μὲν ἄλλο τι τῶν ἐλαττόνων ἁμαρτανούσας ῥάβδοις μαστιγοῦντες, τὰς δὲ φθαρείσας αἰσχίστῳ τε καὶ §2.67.4ἐλεεινοτάτῳ παραδιδόντες θανάτῳ.
国家授予她们许多极好的荣誉,因此她们既不渴望孩子也不渴望婚姻;而对于她们犯下的过失,则定有严厉的刑罚,依法由大祭司们作为审判者和惩罚者,她们若犯了其他较轻的过失,大祭司们便用棍棒鞭打,但对于失贞者,则将其处以最可耻且最悲惨的死亡。
ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτʼ ἐπιστήματος οὔτʼ ἐναγισμῶν οὔτʼ §2.67.5ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι.
因为当她们还活着的时候,就被抬在轿子上,按照为死者规定的殡葬仪式进行游行,朋友和亲属一路上哀悼并送行,被送到科林门后,她们被安置在城墙内一个建在底下的墓室中,随葬的还有随身装饰,她们既得不到墓碑,也得不到祭祀,以及任何其他合法的仪式。
πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
因此,似乎还有许多其他迹象表明,女祭司没有虔敬地侍奉圣事,特别是圣火的熄灭,这是罗马人超越一切恐惧而害怕的,认为它是城市毁灭的预兆,无论它是由于什么原因发生的,他们都通过许多祭祀消除神怒并将其重新带回神庙;关于这些,我将在适当的时候予以详述。

词汇与语法注释

  1. §2.67.1ἐφʼ οἷς κατεστήσατο δικαίοις — 关系代词 οἷς 将先行词 δίκαια 吸引(attraction)至关系从句中并使其变为与格。其底层的常规语序和格应为 ἐπὶ τοῖς δικαίοις ἃ κατεστήσατο(根据他制定的规范)。
  2. §2.67.2ἁγνὰς γάμων — 形容词 ἁγνός(纯洁的、免于……的)带离格性属格 γάμων(婚姻)的用法。
  3. §2.67.4ἐπιστήματος — 意为“墓碑”或“墓石”的中性名词 ἐπίστημα 的属格。虽然其形式看起来像女性名词 ἐπιστήμη(知识)的属格,但从上下文来看,这里指不给予其设立墓碑。
  4. §2.67.5τῆς οὐχ ὁσίως ὑπηρετούσης — 带冠词的现在分词阴性单数属格(名词性用法),意为“不虔敬侍奉的女祭司”。作为 μηνύματα(前兆、迹象)的属格(关于……的迹象)进行修饰。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.67.1-2.67.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.67.1-2.67.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。