§2.54.1μετὰ τοῦτον τὸν πόλεμον ἐπὶ Καμερίνους ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθʼ ὃν χρόνον ἔκαμνεν ἡ Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς·
在这场战争之后,罗穆路斯向卡梅里亚人进军,因为在罗马城遭受瘟疫折磨期间,他们袭击了当地的罗马定居者。
ᾗ δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δʼ ἐξέβαλον.
卡梅里亚人受到这一灾祸的极大鼓舞,认为罗马民族将被这场灾难彻底毁灭,于是杀害了一部分定居者,并驱逐了其余的人。
§2.54.2ἀνθʼ ὧν τιμωρούμενος αὐτοὺς ὁ Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν.
为了报复他们的这些行径,罗穆路斯在第二次攻占该城后,处死了叛乱的祸首,并允许士兵们掠夺该城;接着,除了先前分给定居者的土地之外,他又割占了他们一半的领土,并留下了足够数量的守备队,以防止城内的人再有任何异动,随后便撤回了军队。
ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρʼ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις.
他从这次远征中举行了第二次凯旋式,并用战利品向赫菲斯托斯献纳了一辆青铜四马战车,在它旁边立起自己的雕像,用希腊字母刻下了自己的功绩。
§2.54.3τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους, κεῖται δʼ ἐφʼ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι.
他所面临的第三场战争是针对当时在第勒尼安人中实力最强的城市,该城被称为维伊,距离罗马约一百斯塔迪亚,坐落于高耸且陡峭的悬崖之上,规模与雅典相当。
ἐποιήσαντο δʼ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις.
维伊人以斐德奈的陷落为战争借口,派遣使节命令罗马人撤走城中的守备队,并将他们夺自斐德奈人并占有的土地归还给原先的主人。
ὡς δʼ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα.
在说服未果后,他们率领大军进军,在靠近斐德奈、肉眼可见的地方安营杂寨。
§2.54.4προεγνωκὼς δὲ αὐτῶν τὴν ἔξοδον ὁ Ῥωμύλος ἐξεληλύθει τὴν κρατίστην δύναμιν ἔχων καὶ ἦν ἐν τῇ πόλει τῶν Φιδηναίων εὐτρεπής.
罗穆路斯预先得知了他们的出动,已率领最精锐的部队出发,并在斐德奈城中严阵以待。
ἐπεὶ δʼ ἕτοιμα τὰ πρὸς τὸν ἀγῶνα ἦν, ἀμφότεροι προελθόντες εἰς τὸ πεδίον ἐμάχοντο καὶ διέμειναν ἄχρι πολλῆς ὥρας ἐκθύμως ἀγωνιζόμενοι, τέως ἡ νὺξ ἐπιλαβοῦσα διέκρινεν αὐτοὺς ἴσους κατὰ τὸν ἀγῶνα γενομένους.
当战斗准备就绪时,双方都推进到平原上交战,并激战了很长时间,直到夜幕降临将他们分开,而双方在战斗中势均力敌。
καὶ ταύτην μὲν τὴν μάχην οὕτως ἠγωνίσαντο·
他们就是这样进行了这第一场战斗的。