§2.55.1ἑτέρας δὲ μάχης μετʼ οὐ πολὺ γενομένης, ἐνίκων οἱ Ῥωμαῖοι σοφίᾳ τοῦ ἡγεμόνος ὄρος τι καταλαβομένου νύκτωρ οὐ πολὺν τοῦ στρατοπέδου τῶν πολεμίων τόπον ἀπέχον καὶ λοχίσαντος ἐν αὐτῷ τὴν ἀκμαιοτάτην τῶν ὕστερον ἀφικομένων ἐκ τῆς πόλεως ἱππέων τε καὶ πεζῶν δύναμιν.
此后不久,双方又发生了一场战斗。 罗马人凭借指挥官的智谋获得了胜利。 他在夜间占领了距离敌军营地不远的一座山,并在那里伏击了从城里较晚到达的、由骑兵和步兵中最精锐力量组成的部队。
§2.55.2συνελθόντων δʼ εἰς τὸ πεδίον ἀμφοτέρων καὶ τὸν αὐτὸν ἀγωνιζομένων τρόπον, ἐπειδὴ τὸ σύνθημα ὁ Ῥωμύλος ἦρε τοῖς ἐπὶ τοῦ ὄρους, ἀλαλάξαντες οἱ λοχῶντες ἔθεον ἐπὶ τοὺς Οὐιεντανοὺς ἐκ τῶν κατόπιν καὶ προσπεσόντες ἀνθρώποις μεμοχθηκόσιν αὐτοὶ ἀκμῆτες ὄντες οὐ σὺν πολλῷ τρέπουσι χρόνῳ.
当两军在平原上集合并以同样的方式交战时,罗穆路斯一向山顶的人发出信号,设伏的士兵便发出呐喊,从后方冲向维伊人;他们以逸待劳,向精疲力竭的敌人发起猛攻,在极短的时间内便将他们击溃。
τῶν δʼ ὀλίγοι μέν τινες ἀποθνήσκουσι κατὰ τὴν μάχην, οἱ δὲ πλείους εἰς τὸν Τέβεριν ποταμόν ʽῥεῖ δὲ παρὰ τὴν Φιδήνηνʼ ῥίψαντες ἑαυτούς, ὡς διανηξόμενοι τὸ ῥεῦμα, διεφθάρησαν.
其中少数人死于战斗,而大多数人投身到台伯河(该河流经斐德奈旁)中,企图游过急流,却因此丧生。
τραυματίαι γὰρ ὄντες καὶ βαρεῖς ὑπὸ κόπου ἀδύνατοι ἐγένοντο διανήξασθαι· οἱ δὲ καὶ ἀπειρίᾳ τοῦ νεῖν, οὐ προϊδόντες, ὑπὸ τοῦ δεινοῦ τὴν γνώμην ἐπιταραχθέντες ἐν ταῖς δίναις ἀπώλλυντο.
因为他们身上有伤,且因疲惫而身体沉重,无法游过去;还有一些人由于不习水性,且未能预见河流的险恶,在恐慌中失去了理智,在漩涡中淹死了。
§2.55.3εἰ μὲν οὖν συνέγνωσαν ἑαυτοῖς Οὐιεντανοὶ κακῶς τὰ πρῶτα βεβουλευμένοις καὶ τὸ λοιπὸν ἦγον ἡσυχίαν οὐδενὸς ἂν ἔτι μείζονος ἀπέλαυσαν κακοῦ, νῦν δὲ ἀναμαχεῖσθαί τε τὰ πρότερα σφάλματα ἐλπίσαντες καὶ εἰ μείζονι παρασκευῇ ἐπιβάλοιεν, ῥᾳδίως ἐπικρατήσειν οἰόμενοι τῷ πολέμῳ, πολλῇ στρατιᾷ τῇ τε ἐξ αὐτῆς τῆς πόλεως καταγραφείσῃ καὶ τῇ ἐκ τῶν ὁμοεθνῶν κατὰ φιλίαν παραγενομένῃ τὸ δεύτερον ἐπὶ τοὺς Ῥωμαίους ἐλαύνουσι·
如果维伊人能意识到自己起初的计划不周,并在之后保持安静,他们本不会再遭受更大的灾难。 然而,由于他们希望挽回先前的失败,并认为如果以更充分的准备投入战争,便能轻易取胜,于是他们率领大军第二次向罗马人进军。 这支大军既包括从本城征募的士兵,也包括出于友好关系而来自同族部落的援军。
§2.55.4καὶ γίνεται πάλιν αὐτῶν μάχη καρτερὰ τῆς Φιδήνης πλησίον, ἣν ἐνίκων Ῥωμαῖοι πολλοὺς μὲν ἀποκτείναντες τῶν Οὐιεντανῶν, ἔτι δὲ πλείους αἰχμαλώτους λαβόντες.
双方在斐德奈附近再次展开了激烈的战斗,罗马人在这场战斗中获胜,击杀了许多维伊人,并俘虏了更多的人。
ἑάλω δὲ καὶ ὁ χάραξ αὐτῶν μεστὸς ὢν χρημάτων τε καὶ ὅπλων καὶ ἀνδραπόδων, καὶ σκάφαι ποταμηγοὶ γέμουσαι πολλῆς ἀγορᾶς ἐλήφθησαν, ἐν αἷς ὁ τῶν αἰχμαλώτων ὄχλος εἰς τὴν Ῥώμην κατήγετο διὰ τοῦ ποταμοῦ.
他们的营地也被攻占,里面装满了财物、武器和奴隶,许多装满物资的河船也被缴获,战俘们便乘着这些船沿着河流被运往罗马。
§2.55.5οὗτος κατήχθη τρίτος ὑπὸ Ῥωμύλου θρίαμβρος μακρῷ τῶν προτέρων ἐκπρεπέστερος.
这是罗穆路斯举行的第三次凯旋式,其场面远比前两次更为宏大。
καὶ μετʼ οὐ πολὺ Οὐιεντανῶν πρεσβείας ἀφικομένης περὶ διαλύσεως τοῦ πολέμου καὶ συγγνώμην τῶν ἁμαρτημάτων ἀξιούσης λαβεῖν δίκας ὁ Ῥωμύλος αὐτοῖς ἐπιτίθησι τάς2δε· χώραν τε παραδοῦναι Ῥωμαίοις τὴν προσεχῆ τῷ Τεβέρει, τοὺς καλουμένους Ἑπτὰ πάγους, καὶ τῶν ἁλῶν ἀποστῆναι τῶν παρὰ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τοῦ δὲ μηδὲν ἔτι νεωτερίσαι τὸ πιστὸν παρασχεῖν ὅμηρα πεντήκοντα ἀγογόντας.
此后不久,维伊人的使节前来请求结束战争并为他们的过错请求宽恕,罗穆路斯向他们提出了以下惩罚条件:向罗马人移交紧邻台伯河的、被称为“七丘”的领土,放弃河流入海口附近的盐田,并送交五十名人质,作为不再发动叛乱的保证。
§2.55.6ὑπομεινάντων δὲ Οὐιεντανῶν ἅπαντα ταῦτα σπονδὰς ποιησάμενος πρὸς αὐτοὺς εἰς ἑκατὸν ἔτη στήλαις ἐνεχάραξε τὰς ὁμολογίας.
在维伊人接受了所有这些条件后,罗穆路斯与他们缔结了为期百年的和平条约,并将协定内容刻在石柱上。
τῶν δʼ αἰχμαλώτων τοὺς μὲν ἀπιέναι βουλομένους ἀφῆκεν ἄνευ λύτρων, τοὺς δʼ αὐτοῦ μένειν προαιρουμένους πολλῷ πλείους ὄντας τῶν ἑτέρων πολίτας ποιησάμενος ταῖς φράτραις ἐπιδιεῖλε καὶ κλήρους αὐτοῖς προσένειμε ἐπὶ τάδε τοῦ Τεβέριος.
至于俘虏,他让那些愿意回去的人无偿返回,而那些选择留下来的人——他们人数远远多于前者——他接纳他们为公民,将他们分配到各个库里亚中,并在台伯河的这一侧为他们分配了土地。