Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.49.1-2.49.5

关于萨宾人起源与渊源的诸说

第 140 段,共 962 段 · 希腊语

内容简介

本段介绍了关于萨宾人起源的各种学说。内容包括泽诺多托斯关于他们源自奥姆布里亚人的理论、加图关于他们是桑克斯后代及后续迁徙的记载,以及一则地方传说,即逃避吕库古法律严苛性的斯巴达移民加入了萨宾人并影响了他们严厉的习俗。

§2.49.1Ζηνόδοτος δʼ ὁ Τροιζήνιος συγγραφεὺς Ὀμβρικοὺς ἔθνος αὐθιγενὲς ἱστορεῖ τὸ μὲν πρῶτον οἰκῆσαι περὶ τὴν καλουμένην Ῥεατίνην· ἐκεῖθεν δὲ ὑπὸ Πελασγῶν ἐξελασθέντας εἰς ταύτην ἀφικέσθαι τὴν γῆν ἔνθα νῦν οἰκοῦσι καὶ μεταβαλόντας ἅμα τῷ τόπῳ τοὔνομα Σαβίνους ἐξ Ὀμβρικῶν προσαγορευθῆναι.
特罗伊岑的历史学家泽诺多托斯记载,奥姆布里亚人是一个土著民族,最初居住在所谓的雷阿特地方周围;他们从那里被佩拉斯吉人驱逐,来到了他们现在居住的这片土地,并随着地方的改变而改变了名字,从奥姆布里亚人改称为萨宾人。
§2.49.2Κάτων δὲ Πόρκιος τὸ μὲν ὄνομα τῷ Σαβίνων ἔθνει τεθῆναί φησιν ἐπὶ Σάβου τοῦ Σάγκου δαίμονος ἐπιχωρίου, τοῦτον δὲ τὸν Σάγκον ὑπό τινων πίστιον καλεῖσθαι Δία.
波尔基乌斯·加图则说,萨宾民族的名字是根据当地神灵桑克斯之子萨博斯命名的,而这位桑克斯被一些人称为信义之朱庇特。
πρώτην δʼ αὐτῶν οἴκησιν ἀποφαίνει γενέσθαι κώμην τινὰ καλουμένην Τεστροῦναν ἀγχοῦ πόλεως Ἀμιτέρνης κειμένην, ἐξ ἧς ὁρμηθέντας τότε Σαβίνους εἰς τὴν Ῥεατίνην ἐμβαλεῖν Ἀβοριγίνων ἅμα Πελασγοῖς κατοικούντων καὶ πόλιν αὐτῶν τὴν ἐπιφανεστάτην Κοτυλίας πολέμῳ χειρωσαμένους κατασχεῖν.
他指出,他们的第一个定居点是一个名叫特斯特鲁纳的村庄,位于阿米特尔努姆市附近,萨宾人当时从那里出发侵入了雷阿特地方——当时阿博里金人与佩拉斯吉人一同居住在此——并在战争中征服并占领了他们最著名的城市科图利亚。
§2.49.3ἐκ δὲ τῆς Ῥεατίνης ἀποικίας ἀποστείλαντας ἄλλας τε πόλεις κτίσαι πολλάς, ἐν αἷς οἰκεῖν ἀτειχίστοις, καὶ δὴ καὶ τὰς προσαγορευομένας Κύρεις· χώραν δὲ κατασχεῖν τῆς μὲν Ἀδριανῆς θαλάττης ἀπέχουσαν ἀμφὶ τοὺς ὀγδοήκοντα καὶ διακοσίους σταδίους, τῆς δὲ Τυρρηνικῆς τετταράκοντα πρὸς διακοσίοις· μῆκος δὲ αὐτῆς εἶναί φησιν ὀλίγῳ §2.49.4μεῖον σταδίων χιλίων.
他们从雷阿特地方的殖民地派出移民,创建了许多其他城市,并在其中无城墙地居住,这其中特别包括被称为库雷斯的城市;他们占领的土地距离亚得里亚海约二百八十斯塔迪翁,距离第勒尼安海二百四十斯塔迪翁;他说其长度稍微少于一千斯塔迪翁。
ἔστι δέ τις καὶ ἄλλος ὑπὲρ τῶν Σαβίνων ἐν ἱστορίαις ἐπιχωρίοις λεγόμενος λόγος, ὡς Λακεδαιμονίων ἐποικησάντων αὐτοῖς καθʼ ὃν χρόνον ἐπιτροπεύων Εὔνομον τὸν ἀδελφιδοῦν Λυκοῦργος ἔθετο τῇ Σπάρτῃ τοὺς νόμους.
在地方历史中,还有另一个关于萨宾人的传说,说是在吕库古作为其侄子欧诺摩斯的监护人为斯巴达制定法律的那个时期,拉刻代蒙人移居到了他们那里。
ἀχθομένους γάρ τινας τῇ σκληρότητι τῆς νομοθεσίας καὶ διαστάντας ἀπὸ τῶν ἑτέρων οἴχεσθαι τὸ παράπαν ἐκ τῆς πόλεως· ἔπειτα διὰ πελάγους πολλοῦ φερομένους εὔξασθαι τοῖς θεοῖς ʽπόθον γάρ τινα ὑπελθεῖν αὐτοὺς ὁποιασδήποτε γῆσʼ εἰς ἣν ἂν ἔλθωσι πρώτην, ἐν ταύτῃ §2.49.5κατοικήσειν.
因为有些人因其立法的严苛而感到愤怒,并与其他人分裂,完全离开了城市;随后在广阔的大海上漂流时,他们向神明祈愿——因为对任何土地的某种渴望悄然袭上了他们——在他们首先到达的任何土地上,就在那里定居。
καταχθέντας δὲ τῆς Ἰταλίας περὶ τὰ καλούμενα Πωμεντῖνα πεδία τό τε χωρίον, ἐν ᾧ πρῶτον ὡρμίσαντο, Φορωνίαν ἀπὸ τῆς πελαγίου φορήσεως ὀνομάσαι καὶ θεᾶς ἱερὸν ἱδρύσασθαι Φορωνίας, ᾗ τὰς εὐχὰς ἔθεντο· ἣν νῦν ἑνὸς ἀλλαγῇ γράμματος Φερωνίαν καλοῦσιν.
他们于意大利所谓的波门蒂纳平原附近上陆,并将他们最初锚泊的地方,根据海上漂流命名为波罗尼亚,并为他们许愿的波罗尼亚女神建立了一座圣所;如今,人们改变了一个字母,称她为费罗尼亚。
ἐκεῖθεν δʼ ὁρμηθέντας αὐτῶν τινας συνοίκους τοῖς Σαβίνοις γενέσθαι· καὶ διὰ τοῦτο πολλὰ τῶν νομίμων εἶναι Σαβίνων Λακωνικά, μάλιστα δὲ τὸ φιλοπόλεμόν τε καὶ τὸ λιτοδίαιτον καὶ παρὰ πάντα τὰ ἔργα τοῦ βίου σκληρόν.
从那里出发,他们中的一些人成为了萨宾人的共同居住者;因此,萨宾人的许多习俗都是拉科尼亚式的,尤其是爱好战争、生活简朴以及在生活的一切活动中的严苛。
ὑπὲρ μὲν δὴ τοῦ Σαβίνων γένους ταῦθʼ ἱκανά.
关于萨宾民族,这些就足够了。

词汇与语法注释

  1. §2.49.3ἐν αἷς οἰκεῖν ἀτειχίστοις — 形容词 `ἀτειχίστοις`(无城墙的)在此用作谓语性修饰语,说明他们居住在这些没有防御城墙的城市中,以此暗示萨宾人朴素和依赖勇敢而非人造防御的社会习俗。
  2. §2.49.4Εὔνομον τὸν ἀδελφιδοῦν — “他的侄子欧诺摩斯”。在主流历史传统(例如希罗多德或普鲁塔克)中,吕库古担任摄政兼监护人的侄子(斯巴达国王)是哈里劳斯,而欧诺摩斯则是吕库古的父亲,或是哈里劳斯的父亲(吕库古的兄弟)。著者狄奥尼修斯在此处将其写为“侄子欧诺摩斯”,可能是世系上的混淆,或源于他所依赖的某种异说。
  3. §2.49.4εὔξασθαι ... κατοικήσειν — 未来不定词 `κατοικήσειν` 用作表示祈愿或发誓的动词 `εὔξασθαι` 的补足不定词,表达了未来将付诸行动的庄严誓言或决心。
  4. §2.49.4πόθον γάρ τινα ὑπελθεῖν αὐτοὺς ὁποιασδήποτε γῆσ — “因为对任何土地的某种渴望悄然袭上了他们”。属格 `γῆς` 是依附于名词 `πόθον`(渴望、向往)的宾格性属格,生动地描绘了这些漂流者在长期海上航行后,极度渴望抵达任何陆地的绝望心态。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.49.1-2.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.49.1-2.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。