Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.51.1-2.51.3

拉维尼乌姆使节遇害与塔提乌斯的包庇

第 142 段,共 962 段 · 希腊语

内容简介

塔提乌斯的部下在拉维尼乌姆领地进行掠夺引发冲突,塔提乌斯因偏袒同伙而拒绝交出罪犯。愤怒的萨宾人对返回的拉维尼乌姆使节进行夜间袭击并大肆屠杀,导致局势进一步恶化并面临战争威胁。

§2.51.1ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπʼ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας·
在第六年,城市的统治权因塔提乌斯的遇害而再次转归罗穆路斯一人。 拉维尼乌姆人中最有权势的那些人因以下原因联合起来,针对他策划了一场阴谋。
τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δʼ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐτραυμάτισαν.
塔提乌斯的某些同伙率领一支掠夺队进入拉维尼乌姆人的领地,强夺了他们的许多财物并赶走了他们的牲畜群,在前来救援的人中,他们杀害了一些人,并打伤了另一些人。
§2.51.2ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπʼ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων·
当受害者派来使节要求公正对待时,罗穆路斯认为应当将罪犯交由受害者带走。 然而,塔提乌斯偏袒他的同伙,认为在审判之前任何人都不应被仇敌带走,况且还是公民被外国人带走。
δικάζεσθαι δʼ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους.
他命令那些自称受到侵害的人来到罗马,向他们提起诉讼。
§2.51.3οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δʼ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπʼ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ʽἑσπέρα γὰρ αὐτοὺς κατέλαβενʼ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται.
于是,使节们未能获得任何公正,愤怒地离去了。 然而,一些萨宾人出于愤怒尾随其后,在他们于路旁安营扎寨时(因为暮色已经降临),袭击了正在熟睡的他们,抢走了他们的财物,并将那些仍在睡榻上的人全部屠杀。 但那些迅速察觉到对方阴谋并得以逃脱的人,则回到了城里。
μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.
在此之后,不仅拉维尼乌姆派来使节,其他许多城市也派来使节,指控这一无法无天的行径,并宣告如果不予公正审判,就将发动战争。

词汇与语法注释

  1. §2.51.2ἀπάγειν — 不定式 ἀπάγειν(带走)置于动词 παραδοῦναι(交出)之后,作为目的不定式,表示移交犯人的目的。
  2. §2.51.2τῶν ἑταίρων περιεχόμενος — 动词 περιέχομαι(中动语态)在此处意为“庇护、袒护”,按语法规则支配属格(此处为 τῶν ἑταίρων)。
  3. §2.51.3τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται — 动词 ἀφαιρέομαι(剥夺、强夺)支配双宾格:一个是表示被剥夺者的人称对格(αὐτούς),另一个是表示被夺之物的对格(χρήματα)。
  4. §2.51.3ὅσοις δὲ ταχεῖα ... ἀφικνοῦνται — 关系代词 ὅσοις 是与动词 ἐγένετο 连用的领有与格(意为“对于那些拥有……的人”),但整个关系从句在句中充当主句复数动词 ἀφικνοῦνται 的实质主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.51.1-2.51.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.51.1-2.51.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。