§2.43.1Ῥωμύλος δὲ τοὺς ἄλλους διώκων ἐγγὺς γενόμενος τοῦ Καπιτωλίου καὶ πολλὰς ἐλπίδας ἔχων αἱρήσειν τὸ φρούριον ἄλλοις τε πολλοῖς τραύμασι καταπονηθεὶς καὶ δὴ καὶ λίθου πληγῇ ἐξαισίῳ κατὰ κροτάφου ἐνεχθέντος ἐκ τῶν ἄνωθεν κακωθείς, αἴρεταί τε πρὸς τῶν παρόντων ἡμιθανὴς καὶ εἰς τὸ §2.43.2τεῖχος ἀποφέρεται.
罗穆路斯在追击其他人时,接近了卡皮托尔,并且抱着极大的希望能够攻占该堡垒,但他被许多其他伤口折磨得筋疲力尽,尤其是被从上方扔下的一块巨石击中太阳穴而受了重伤。 他被在场的人抬起,在半死不活的状态下被送回了城墙内。
τοῖς δὲ Ῥωμαίοις δέος ἐμπίπτει τὸν ἡγεμόνα οὐκέτι ὁρῶσι, καὶ τρέπεται τὸ δεξιὸν κέρας εἰς φυγήν·
罗马人因不再看到他们的领袖而陷入恐惧,右翼开始溃逃。
οἱ δʼ ἐν τῷ εὐωνύμῳ ταχθέντες ἅμα τῷ Λοκόμωνι τέως μὲν ἀντεῖχον ὑπὸ τοῦ ἡγεμόνος ἀναθαρρρυνόμενοι, λαμπροτάτου τὰ πολέμια ἀνδρὸς καὶ πλεῖστα ἔργα κατὰ τοῦτον τὸν πόλεμον ἀποδειξαμένου·
而与洛科蒙一同被部署在左翼的士兵,由于受到领袖的鼓励,起初还能坚持。 这位领袖是战争中最耀眼的人物,在这场战争中立下了最伟大的功勋。
ἐπεὶ δὲ κἀκεῖνος ἐλασθεὶς διὰ τῶν πλευρῶν σαυνίῳ τῆς δυνάμεως ὑπολιπούσης ἔπεσεν οὐδʼ αὐτοὶ διέμειναν, φυγὴ δὲ μετὰ τοῦτο πάντων αὐτῶν ἐγίνετο, καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἐδίωκον ἄχρι τῆς πόλεως.
然而,当他也由于被标枪刺穿肋部、体力不支而倒下时,他们自己也没有坚守,随后他们全体开始溃逃,萨宾人则士气大振,一直追击到城下。
§2.43.3ἤδη δὲ πλησιάζοντες ταῖς πύλαις ἀπηλαύνοντο τῆς νεότητος ἐπεξελθούσης αὐτοῖς ἀκραιφνοῦς, ᾗ τὰ τείχη φυλάττειν ὁ βασιλεὺς ἐπέτρεψε, καὶ τοῦ Ῥωμύλου, ῥᾷον γὰρ ἤδη εἶχεν ἐκ τοῦ τραύματος, ἐκβοηθήσαντος ὡς εἶχε τάχους, ἐγίνετό τε ἀγχίστροφος ἡ τοῦ ἀγῶνος τύχη καὶ πολλὴν ἔχουσα τὴν ἐπὶ θάτερα μεταβολήν.
当萨宾人已经接近城门时,由于国王托付守卫城墙的一群精力充沛的青年出城迎击,他们被击退了。 而且罗穆路斯此时伤势已有所好转,也以最快的速度出城增援,战斗的局势因此急转直下,向另一方发生了巨大的转变。
§2.43.4οἱ μέν γε φεύγοντες ὡς τὸν ἡγεμόνα ἐκ τοῦ ἀπροσδοκήτου φανέντα εἶδον ἀναλαβόντες ἑαυτοὺς ἐκ τοῦ προτέρου δέους εἰς τάξιν καθίσταντο καὶ οὐκέτι ἀνεβάλλοντο μὴ οὐχ ὁμόσε τοῖς ἐχθροῖς χωρεῖν·
因为那些正在溃逃的人,一看到领袖出乎意料地出现,便从先前的恐惧中恢复过来,重整旗鼓,不再犹豫与敌人进行白刃战。
οἱ δὲ τέως κατείργοντες αὐτοὺς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ οὐ κατὰ κράτος αὐτὴν τὴν πόλιν ἁλῶναι, ἐπειδὴ τὸ αἰφνίδιόν τε καὶ παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αὐτοὶ τῆς ἑαυτῶν ἐσκόπουν.
另一方面,那些此前一直压制着罗马人、并认为没有任何办法能阻止城池本身被攻破的萨宾人,一看到这突如其来且出人意料的逆转,便开始考虑自己的生路。
ἦν δὲ αὐτοῖς οὐκ εὐπετὴς ἡ πρὸς τὸν χάρακα ἀναχώρησις καθʼ ὑψηλοῦ τε χωρίου καὶ διὰ κοίλης ὁδοῦ διωκομένοις, καὶ πολὺς αὐτῶν φόνος ἐν ταύτῃ γίνεται τῇ τροπῇ.
然而,在遭到从高处沿着深谷通道追击的情况下,他们撤回营地并不容易,在这场溃败中,他们遭到了惨重的杀戮。
§2.43.5ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τύχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ὄντος ἤδη διεκρίθησαν.
因此,在那一天里,双方以如此势均力敌的态势进行着战斗,并且都陷入了意想不到的境地,直到太阳落山时,他们才各自收兵。