§2.42.1ταῖς δʼ ἑξῆς ἡμέραις ταφὰς ποιησάμενοι τῶν νεκρῶν καὶ τοὺς κεκμηκότας ὑπὸ τραυμάτων ἀνακτησάμενοι δυνάμεις τε παρασκευάσαντες ἄλλας, ἐπειδὴ ἔδοξεν αὐτοῖς αὖθις ἑτέραν συνάψαι μάχην, εἰς τὸ αὐτὸ τῷ προτέρῳ χωρίον συνελθόντες ἄχρι νυκτὸς ἐμάχοντο.
在接下来的几天里,他们安葬了死者,使因伤疲惫的人恢复了体力,并准备了其他军队。 当他们决定再次进行另一场战斗时,便聚集在与前次相同的地点,一直战斗到深夜。
§2.42.2ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, ʽεἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνόσʼ τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δʼ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢ §2.42.3κίνδυνον εὐδοκιμῶν.
在这场战斗中,虽然罗马人在两翼都占了上风(右翼由罗穆路斯亲自指挥,左翼由第勒尼安人洛科蒙指挥),而中央战场尚未分出胜负,但阻止萨宾人最终失败、并将处于劣势的残部再次拉回到与胜利者势均力敌状态的,只有一个人,名叫梅蒂乌斯·库尔提乌斯。 他体魄强健,白兵战中骁勇无比,尤以不畏惧任何恐惧或危险而闻名。
οὗτος δʼ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη.
他被派去指挥在方阵中央战斗的士兵,并击败了与他对抗的敌人;但他希望将已经陷入苦战并被推回的萨宾人两翼也恢复到均势,于是他鼓励身边的人,追击溃逃并散开的敌人,将他们一直赶到城门前,以至于罗穆路斯被迫留下未完的胜利,转身向敌军获胜的部分发起冲锋。
§2.42.4τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει.
随着随同罗穆路斯而去的军队离开,萨宾人中陷入苦战的部分确实再次恢复了均势,但所有的危险都落到了库尔提乌斯和那些与他一同获胜的人身上。
χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπʼ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.
起初,萨宾人在迎击罗马人时英勇作战了一段时间;然后,由于许多人向他们合围过来,他们便退却并逃回了营地,库尔提乌斯为他们提供了巨大的安全保障,使他们不至于在混乱中被追击,而是能缓步撤退。
§2.42.5αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών.
因为他自己坚守着战斗,迎击冲上来的罗穆路斯,在这两位领袖亲自交锋时,展开了一场伟大而精彩的搏斗。
ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατʼ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον.
但此时库尔提乌斯因失血过多且满身是伤,开始渐渐后退,而他身后正好是一片深湖;由于敌人从四面八方包围过来,想要绕过它是很困难的,而由于周围沼泽所含的大量淤泥,以及湖中央积存的深水,想要穿过它也是不可能的。
§2.42.6ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου ʽκαὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ διʼ ὕδατος πολλοῦ διώκεινʼ ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται·
当他接近这里时,便带着武器纵身跃入水中。 罗穆路斯认为这名男子立刻就会死在湖里(同时也因为无法穿过沼泽和深水去追击他),便转向其他的萨宾人。
ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται.
然而库尔提乌斯经过一番艰难的挣扎,最终带着武器从湖中获救,并被带回了营地。
οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δʼ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.
这个地方如今虽然已被填平,但由于那次灾难,它被称为“库尔提乌斯池”,几乎位于罗马广场的正中央。