Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.44.1-2.44.3

萨宾人与罗马人对战与和的两难抉择

第 135 段,共 962 段 · 希腊语

内容简介

萨宾人商讨是撤军还是请求增兵,并对和谈的主动权归属感到纠结。罗马人同样陷入两难境地,深知归还或留难妇女皆有极大弊端,且担忧高傲的萨宾人不会给予宽厚的和谈条件。

§2.44.1ταῖς δʼ ἑξῆς ἡμέραις οἵ τε Σαβῖνοι ἐν βουλῇ ἐγίνοντο πότερον ἀποίσουσιν ἐπʼ οἴκου τὰς δυνάμεις, ὅσα δύνανται τῆς χώρας τῶν πολεμίων κακώσαντες, ἢ προσμεταπέμπωνται στρατιὰν ἑτέραν οἴκοθεν καὶ προσμένωσι λιπαροῦντες ἕως τὸ κάλλιστον §2.44.2ἐπιθήσουσι τῷ πολέμῳ τέλος.
在接下来的几天里,萨宾人正在商议,是在尽可能多地破坏敌方领土之后将军队撤回本国,还是从国内再招募一支军队并坚持留守,直到为这场战争画上一个最光辉的句号。
πονηρὸν δὲ αὐτοῖς καὶ τὸ ἀπιέναι μετʼ αἰσχύνης τῆς ἀπράκτου ἀναχωρήσεως ἐφαίνετο εἶναι καὶ τὸ μένειν οὐδενός σφισι χωροῦντος κατʼ ἐλπίδα.
对他们来说,带着无功而返的耻辱离去,与在事事不顺心愿的情况下继续留守,似乎同样是件棘手的事。
συμβάσεως δὲ πέρι τὸ διαλέγεσθαι πρὸς τοὺς ἐχθρούς, ἥνπερ ἐδόκουν εἶναι μόνην εὐπρεπῆ τοῦ πολέμου ἀπαλλαγήν, οὐχ ἑαυτοῖς §2.44.3μᾶλλον ἢ Ῥωμαίοις ἁρμόττειν ὑπελάμβανον·
至于与敌人进行和平谈判——他们认为这是摆脱战争的唯一体面途径——他们认为这对他们自己而言并不比对罗马人更合适。
Ῥωμαῖοι δὲ οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῶν Σαβίνων εἰς πολλὴν ἀπορίαν ἐνέπιπτον ὅ τι χρήσαιντο τοῖς πράγμασιν.
另一方面,罗马人也绝不比萨宾人少、甚至比他们更深地陷入了如何处理当前事态的巨大困境中。
οὔτε γὰρ ἀποδιδόναι τὰς γυναῖκας ἠξίουν οὔτε κατέχειν· τῷ μὲν ἧτταν ὁμολογουμένην ἀκολουθεῖν οἰόμενοι καὶ ἀναγκαῖόν σφισιν ἐσόμενον πᾶν ὅ τι ἂν ἄλλο ἐπιταχθῶσιν ὑπομένειν, τῷ δὲ πολλὰ καὶ δεινὰ ἐπιδεῖν χωρας τε πορθουμένης καὶ νεότητος τῆς κρατίστης ἀπολλυμένης· περὶ φιλίας τε εἰ διαλέγοιντο πρὸς τοὺς Σαβίνους, οὐδενὸς ὑπελάμβανον τεύξεσθαι τῶν μετρίων διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι ταῖς αὐθαδείαις οὐ μετριότης γίνεται πρὸς τὸ ἀντίπαλον ἐπὶ θεραπείας τραπόμενον ἀλλὰ βαρύτης.
因为他们认为既不应该归还妇女,也不应该留难她们;他们认为,前者意味着承认失败,且将迫使他们不得不屈从于此后被强加的一切其他命令;而后者则会导致他们目睹许多可怕的惨状,如国土被蹂躏、最优秀的青年丧生;而且,如果与萨宾人商谈友好和平,他们认为将无法获得任何温和的条件,这既是因为许多其他原因,更是因为在傲慢的性格中,面对转而采取怀柔顺从态度的对手,产生的绝非宽容而是变本加厉的严酷。

词汇与语法注释

  1. 2.44.1πότερον ἀποίσουσιν ... ἢ προσμεταπέμπωνται — 在由 πότερον ... ἢ(是……还是……)引导的双重间接疑问句中语气的混合。前半句的 ἀποίσουσιν 使用了将来直说发,而随后的 προσμεταπέμπωνται(及接下来的 προσμένωσι)则使用了商榷虚拟语气。这种直说发与虚拟语气的交替在希腊语间接疑问句中十分常见。
  2. 2.44.3ἀναγκαῖόν σφισιν ἐσόμενον — 使用非人称将来分词 ἐσόμενον 的宾格绝对结构(accusative absolute)。在由 οἰόμενοι(认为)引导的间接引语中,非人称句式 ἀναγκαῖον ἔσται(将是不可避免的)变为了宾格绝对形式(ἀναγκαῖον ἐσόμενον)。
  3. 2.44.3ταῖς αὐθαδείαις — 抽象名词 αὐθάδεια(傲慢、固执)的复数与格。抽象名词的复数形式通常表示该性质的各种具体表现或“具有傲慢性格的人”。此处与动词 γίνεται 连用,充当表示所有或领属的与格(即“在具有傲慢性格的人之中,并不会产生……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.44.1-2.44.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.44.1-2.44.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。