§2.40.1ἔπειτα πάλιν ὁ μὲν Πείσων φησὶ τῶν Σαβίνων τὸν χρυσὸν ἑτοίμων ὄντων διδόναι τῇ κόρῃ τὸν περὶ τοῖς ἀριστεροῖς βραχίοσι τὴν Τάρπειαν οὐ τὸν κόσμον ἀλλὰ τοὺς θυρεοὺς παρʼ αὐτῶν αἰτεῖν.
接着,皮索又说,当萨宾人准备好将左臂上的黄金给予少女时,塔佩雅向他们索要的不是装饰品,而是他们的盾牌。
Τατίῳ δὲ θυμόν τε εἰσελθεῖν ἐπὶ τῇ ἐξαπάτῃ καὶ λογισμὸν τοῦ μὴ παραβῆναι τὰς ὁμολογίας.
塔提乌斯因这欺诈而心生愤怒,但同时也考虑到不能违背协议。
δόξαι δʼ οὖν αὐτῷ δοῦναι μὲν τὰ ὅπλα, ὥσπερ ἡ παῖς ἠξίωσε, ποιῆσαι δʼ ὅπως αὐτοῖς μηδὲν λαβοῦσα χρήσεται, καὶ αὐτίκα διατεινάμενον ὡς μάλιστα ἰσχύος εἶχε ῥῖψαι τὸν θυρεὸν κατὰ τῆς κόρης καὶ τοῖς ἄλλοις παρακελεύσασθαι ταὐτὸ ποιεῖν.
因此,他决定像少女要求的那样,一方面给予她武器,另一方面却要使她即使得到了也无法使用;于是他立即用尽全身的力气,向少女投出盾牌,并命令其他人也这样做。
οὕτω δὴ βαλλομένην πάντοθεν τὴν Τάρπειαν ὑπὸ πλήθους τε καὶ ἰσχύος τῶν πληγῶν πεσεῖν καὶ περισωρευθεῖσαν ὑπὸ τῶν θυρεῶν ἀποθανεῖν.
就这样,塔佩雅从四面八方受到投击,因打击的数量和力量而倒下,并被堆积的盾牌压死。
§2.40.2οἱ δὲ περὶ τὸν Φάβιον ἐπὶ τοῖς Σαβίνοις ποιοῦσι τὴν τῶν ὁμολογιῶν ἀπάτην· δέον γὰρ αὐτοὺς τὸν χρυσόν, ὥσπερ ἡ Τάρπεια ἠξίου, κατὰ τὰς ὁμολογίας ἀποδιδόναι, χαλεπαίνοντας ἐπὶ τῷ μεγέθει τοῦ μισθοῦ τὰ σκεπαστήρια κατʼ αὐτῆς βαλεῖν, ὡς ταῦτα ὅτε ὤμνυσαν αὐτῇ δώσειν ὑπεσχημένους.
而法比乌斯及其追随者则将关于协议的欺骗归咎于萨宾人;因为他们本应按照协议,像塔佩雅要求的那样给予她黄金,但他们因对赏金的数额感到愤怒,便向她投掷防卫性的武器,声称他们在向她宣誓时,所承诺给予她的就是这些。
ἔοικε δὲ τὰ μετὰ ταῦτα γενόμενα τὴν Πείσωνος ἀληθεστέραν ποιεῖν.
然而,此后发生的事情似乎使皮索的说法显得更加真实。
§2.40.3τάφου τε γὰρ ἔνθα ἔπεσεν ἠξίωται τὸν ἱερώτατον τῆς πόλεως κατέχουσα λόφον, καὶ χοὰς αὐτῇ Ῥωμαῖοι καθʼ ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦσι, ʽλέγω δὲ ἃ Πείσων γράφεἰ ὧν οὐδενὸς εἰκὸς αὐτήν, εἰ προδιδοῦσα τὴν πατρίδα τοῖς πολεμίοις ἀπέθανεν, οὔτε παρὰ τῶν προδοθέντων οὔτε παρὰ τῶν ἀποκτεινάντων τυχεῖν, ἀλλὰ καὶ εἴ τι λείψανον αὐτῆς ἦν τοῦ σώματος ἀνασκαφὲν ἔξω ῥιφῆναι σὺν χρόνῳ φόβου τε καὶ ἀποτροπῆς ἕνεκα τῶν μελλόντων τὰ ὅμοια δρᾶν.
因为她在倒下的地方被授予了坟墓,占领着城市中最神圣的山丘,而且罗马人每年都为她举行奠祭(我说的正是皮索所记载的);如果她是因向敌人出卖祖国而死,那么无论是从被背叛的人那里,还是从杀死她的人那里,她都不大可能获得这其中的任何一项待遇。 相反,即使她的遗体留下了任何残存部分,随着时间的推移,也一定会被掘出并扔到境外,以便对未来企图做类似事情的人起到震慑和警戒的作用。
ἀλλʼ ὑπὲρ μὲν τούτων κρινέτω τις ὡς βούλεται.
不过,关于这些事情,任何人都可以按照自己的意愿去判断。