§2.41.1ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον.
然而,塔提乌斯和萨宾人控制了一座坚固的堡垒,并且毫不费力地接管了罗马人的大部分辎重,因此他们已经在安全的位置上进行战争。
πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις διʼ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε σφάλματα, μέγισται δʼ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς.
于是,由于他们彼此在近距离对垒驻扎,由于各种缘由,他们之间发生了许多小规模的尝试和冲突,这些冲突既没有给任何一方军队带来重大的成功,也没有带来重大的失败;但是,双方以全部兵力列阵进行的两次最大规模的战斗中,双方都有大量的人员伤亡。
§2.41.2ἑλκομένου δὴ τοῦ χρόνου γνώμην ἀμφότεροι τὴν αὐτὴν ἔσχον ὁλοσχερεῖ κρῖναι τὸν ἀγῶνα μάχῃ, καὶ προελθόντες εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἡγεμόνες τε ἄριστοι τὰ πολέμια καὶ στρατιῶται πολλῶν ἐθάδες ἀγώνων ἄξια λόγου ἔργʼ ἀπεδείκνυντο ἐπιόντες τʼ ἀλλήλοις καὶ τοὺς ἐπιόντας δεχόμενοι καὶ ἐξ ὑποστροφῆς εἰς ἴσον αὖθις καθιστάμενοι.
随着时间拖延,双方达成了相同的想法,即通过一场决定性的战斗来解决争端,他们走到两军军营之间的空地上,那些极擅长军事的将领和习惯了多次争斗的士兵,在互相进攻、迎击来攻者以及在转身撤退后重新恢复均势的过程中,展现出了值得称道的英勇事迹。
§2.41.3οἱ δʼ ἐπὶ τῶν ἐρυμάτων ἑστῶτες ἰσορρόπου θεαταὶ ἀγῶνος καὶ θαμινὰ ἑκατέρωσε μεταπίπτοντος τῷ μὲν κατορθοῦντι τῶν σφετέρων ἐπικελεύσει τε καὶ παιανισμῷ πολλὴν ἐποίουν τὴν εἰς τὸ εὔψυχον ἐπίδοσιν, τῷ δὲ κάμνοντι καὶ διωκομένῳ δεήσεις τε καὶ οἰμωγὰς προϊέμενοι κωλυταὶ τοῦ εἰς τέλος ἀνάνδρου ἐγίνοντο·
而那些站在防御工事上的人,作为这场势均力敌且频繁向任意一方倾斜的战斗的旁观者,通过欢呼和唱凯歌,极大地增强了己方占上风者的斗志;而对那些精疲力竭、被追击的人,他们发出恳求和哀号,从而防止了他们最终变得懦弱。
ὑφʼ ὧν ἀμφοτέρων ἠναγκάζοντο καὶ παρὰ δύναμιν ὑπομένειν τὰ δεινά.
在这两者的促使下,士兵们被迫超越自己的能力去忍受危险。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτω διενέγκαντες ἀγχωμάλως τὴν μάχην, σκότους ὄντος ἤδη ἄσμενοι εἰς τοὺς οἰκείους ἑκάτεροι χάρακας ἀπηλλάσσοντο.
他们就这样在势均力敌的战斗中度过了那一天,由于天色已晚,双方都高兴地退回到各自的营帐中。