§2.39.1μέχρι μὲν δὴ τούτων συμφέρονται πάντες οἱ Ῥωμαίων συγγραφεῖς, ἐν δὲ τοῖς ὕστερον λεγομένοις οὐχ ὁμολογοῦσι.
直到这些事情为止,所有的罗马历史学家都是一致的,但在随后所叙述的事情中,他们意见不一。
Πείσων γὰρ ὁ τιμητικός, οὗ καὶ πρότερον ἐμνήσθην, ἄγγελόν φησιν ὑπὸ τῆς Ταρπείας ἀποσταλῆναι νύκτωρ ἐκ τοῦ χωρίου δηλώσοντα τῷ Ῥωμύλῳ τὰς γενομένας τῇ κόρῃ πρὸς τοὺς Σαβίνους ὁμολογίας, ὅτι μέλλοι τὰ σκεπαστήρια παρʼ αὐτῶν αἰτεῖν ὅπλα διὰ τῆς κοινότητος τῶν ὁμολογιῶν παρακρουσαμένη, δύναμίν τε ἀξιώσοντα πέμπειν ἐπὶ τὸ φρούριον ἑτέραν νυκτός, ὡς αὐτῷ στρατηλάτῃ παραληψόμενον τοὺς πολεμίους γυμνοὺς τῶν ὅπλων· τὸν δὲ ἄγγελον αὐτομολήσαντα πρὸς τὸν ἡγεμόνα τῶν Σαβίνων κατήγορον γενέσθαι τῶν τῆς Ταρπείας βουλευμάτων.
因为我先前提到过的审查官皮索说,塔佩雅夜间从要塞派出一名使者,去向罗穆路斯报告少女与萨宾人之间达成的协议,即她打算利用协议条文的共同性来欺骗他们,并向他们索要防卫性武器;并请求罗穆路斯在夜间向要塞增派另一支军队,以便他自己作为统帅可以生擒失去武器的敌人;但据称,该使者叛逃到了萨宾人的首领那里,并告发了塔佩雅的计划。
§2.39.2οἱ δὲ περὶ τὸν Φάβιόν τε καὶ Κίγκιον οὐδὲν τοιοῦτο γεγονέναι λέγουσιν, ἀλλὰ φυλάξαι τὴν κόρην διαβεβαιοῦνται τὰς περὶ τῆς προδοσίας συνθήκας.
而法比乌斯和辛基乌斯及其追随者则说没有发生过这样的事,而是坚称少女遵守了有关背叛的契约。
τὰ δʼ ἑξῆς ἅπαντες πάλιν ὁμοίως γράφουσι.
然而,对于接下来的事情,所有人再次作了相同的记载。
φασὶ γὰρ ὅτι παραγενομένου σὺν τῷ κρατίστῳ τῆς στρατιᾶς μέρει τοῦ βασιλέως τῶν Σαβίνων φυλάττουσα τὰς ὑποσχέσεις ἡ Τάρπεια τοῖς μὲν πολεμίοις ἀνέῳξε τὴν συγκειμένην πυλίδα, τοὺς δʼ ἐν τῷ χωρίῳ φύλακας ἀναστήσασα διαταχέων σώζειν ἑαυτοὺς ἠξίου καθʼ ἑτέρας ἐξόδους τοῖς πολεμίοις ἀφανεῖς, ὡς κατεχόντων ἤδη τῶν Σαβίνων τὸ φρούριον· §2.39.3διαφυγόντων δὲ τούτων τοὺς μὲν Σαβίνους ἀνεῳγμένας εὑρόντας τὰς πύλας κατασχεῖν τὸ φρούριον ἔρημον τῶν φυλάκων, τὴν δὲ Τάρπειαν ὡς τὰ παρʼ ἑαυτῆς ὅσα συνέθετο παρεσχημένην ἀξιοῦν τοὺς μισθοὺς τῆς προδοσίας κατὰ τοὺς ὅρκους ἀπολαβεῖν.
因为他们说,当萨宾人的国王率领军队中最精锐的部分到达时,塔佩雅履行了诺言,为敌人打开了约定的小门,并叫醒了要塞内的守卫,催促他们从敌人看不见的其他出口尽快逃生,名义上是萨宾人已经占领了要塞;而在这些人逃脱后,萨宾人发现城门敞开,便占领了空无守卫的要塞,而塔佩雅则以自己已经履行了所承诺的全部职责为由,要求按照誓言获得背叛的报酬。