Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.36.1-2.36.4

克鲁斯图梅里乌斯的征服与萨宾人的开战准备

第 127 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯征服克鲁斯图梅里乌斯并将其设为殖民地,其宽大政策吸引了众多移民加入罗马。与此同时,萨宾人对罗马的崛起感到警惕,选举提图斯·塔提乌斯为领袖并着手准备战争。

§2.36.1ὁ δὲ Ῥωμύλος ταῦτα διαπραξάμενος ἐπὶ Κρουστομερίνους ἐξάγει τὴν στρατιὰν παρεσκευασμένους ἄμεινον τῶν προτέρων·
罗穆路斯在完成了这些事情之后,便率军出击克鲁斯图梅里乌斯人,他们比之前的人准备得更好。
οὓς ἐκ παρατάξεώς τε καὶ τειχομαχίας παραστησάμενος ἄνδρας ἀγαθοὺς κατὰ τὸν ἀγῶνα γενομένους οὐδὲν ἔτι διαθεῖναι κακὸν ἠξίωσεν, ἀλλὰ καὶ ταύτην ἐποίησεν ἄποικον Ῥωμαίων τὴν πόλιν ὥσπερ τὰς προτέρας.
他通过野战和围城战征服了他们,由于他们在战斗中展现出了勇猛,罗穆路斯认为不应再让他们遭受任何伤害,而是像对待之前的城市那样,将这座城市也变成了罗马人的殖民地。
§2.36.2ἦν δὲ τὸ Κρουστομέριον Ἀλβανῶν ἀπόκτισις πολλοῖς πρότερον τῆς Ῥώμης ἀποσταλεῖσα χρόνοις.
克鲁斯图梅里乌斯是阿尔巴人的殖民地,早在罗马建立许多年之前就已经派出了。
διαγγελλούσης δὲ τῆς φήμης πολλαῖς πόλεσι τήν τε κατὰ πολέμους γενναιότητα τοῦ ἡγεμόνος καὶ πρὸς τοὺς κρατηθέντας ἐπιείκειαν ἄνδρες τε αὐτῷ προσετίθεντο πολλοὶ καὶ ἀγαθοὶ δυνάμεις ἀξιοχρέους πανοικίᾳ μετανισταμένας ἐπαγόμενοι, ὧν ἐφʼ ἑνὸς ἡγεμόνος ἐκ Τυρρηνίας ἐλθόντος, ᾧ Καίλιος ὄνομα ἦν, τῶν λόφων τις, ἐν ᾧ καθιδρύθη, Καίλιος εἰς τόδε χρόνου καλεῖται·
随着传闻向许多城市宣告这位首领在战争中的勇猛以及对被征服者的宽大,许多优秀的男子纷纷加入他,他们举家迁徙,并带来了相当规模的军队。 在这些人中,有一位来自伊特鲁里亚的名叫凯利乌斯的领袖,他所定居的一座山丘至今仍被称为凯利乌斯。
καὶ πόλεις ὅλαι παρεδίδοσαν ἑαυτὰς ἀπὸ τῆς Μεδυλλίνων ἀρξάμεναι καὶ ἐγίνοντο Ῥωμαίων ἀποικίαι.
许多城市也开始纷纷归顺,以梅杜里亚人开始,并成为了罗马人的殖民地。
§2.36.3Σαβῖνοι δὲ ταῦτα ὁρῶντες ἤχθοντο καὶ διʼ αἰτίας ἀλλήλους εἶχον, ὅτι οὐκ ἀρχομένην τὴν Ῥωμαίων ἰσχὺν ἐκώλυσαν, ἀλλʼ ἐπὶ μέγα προηκούσῃ συμφέρεσθαι ἔμελλον, ἐδόκει τε αὐτοῖς ἐπανορθώσασθαι τὴν προτέραν ἄγνοιαν ἀξιολόγου δυνάμεως ἀποστολῇ.
萨宾人见此情景大为恼火,并互相指责,认为他们没有在罗马人的势力处于萌芽状态时加以阻止,反而不得不与这股已经发展壮大的势力对抗。 他们决定通过派遣一支强大的军队来纠正过去的疏忽。
καὶ μετὰ τοῦτο ἀγορὰν ποιησάμενοι σύμπαντες ἐν τῇ μεγίστῃ τε πόλει καὶ πλεῖστον ἀξίωμα ἐχούσῃ τοῦ ἔθνους, ᾗ Κυρὶς ὄνομα ἦν, ψῆφον ὑπὲρ τοῦ πολέμου διήνεγκαν ἀποδείξαντες ἡγεμόνα τῆς στρατιᾶς Τῖτον, ὃς §2.36.4ἐπεκαλεῖτο Τάτιος, βασιλέα Κυριτῶν.
此后,他们在他们部落最大且最享有声望的城市(名叫屈里斯)召集了全体大会,投下了赞成战争的选票,并指定提图斯为军队的统帅,他被称为塔提乌斯,是屈里特斯人的国王。
Σαβῖνοι μὲν δὴ ταῦτα βουλευσάμενοι καὶ διαλυθέντες κατὰ τὰς πόλεις τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζοντο, ὡς εἰς νέωτα ἐπὶ τὴν Ῥώμην πολλῇ χειρὶ ἐλάσοντες.
萨宾人作此决议后,便散去回到各自的城市,着手准备战争,企图在来年率大军进攻罗马。

词汇与语法注释

  1. §2.36.1παρεσκευασμένους ἄμεινον τῶν προτέρων — 完成时被动分词 `παρεσκευασμένους` 为阳性复数宾格,修饰前文的 `Κρουστομερίνους`(克鲁斯图梅里乌斯人)。`τῶν προτέρων` 是与比较级副词 `ἄμεινον` 连用的比较属格,指代前几章中交战过的凯尼纳人和安特姆纳埃人。
  2. §2.36.2ἐφʼ ἑνὸς ἡγεμόνος — 介词 `ἐπί` 接属格在此表示命名来源或关联(“以……的名字命名”)。整个结构构成了同名起源(命名原)的句式:`ὧν ἐφʼ ἑνὸς ἡγεμόνος ... τῶν λόφων τις ... Καίλιος ... καλεῖται`(在这些领袖中,以其中一位的名字命名,其中一座山丘被称为凯利乌斯)。
  3. §2.36.3συμφέρεσθαι — 动词 `ἔμελλον`(“将要”)的补足不定词。在此处意为“冲突”或“交战”,由于其要求与格,因此修饰前文的现在分词与格 `προηκούσῃ`(已经大大增长的[罗马势力])。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.36.1-2.36.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.36.1-2.36.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。