Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.11.1-2.11.3

保护关系的扩展与内讧的长期遏制

第 102 段,共 962 段 · 希腊语

内容简介

阐述了保护关系不仅适用于罗马城内,也延伸至其殖民地和盟邦,这种制度带来的长期和睦使罗马在六百三十年间免于内讧流血,直到盖乌斯·格拉古破坏了宪制。

§2.11.1οὐ μόνον δʼ ἐν αὐτῇ τῇ πόλει τὸ δημοτικὸν ὑπὸ τὴν προστασίαν τῶν πατρικίων ἦν, ἀλλὰ καὶ τῶν ἀποίκων αὐτῆς πόλεων καὶ τῶν ἐπὶ συμμαχίᾳ καὶ φιλίᾳ προσελθουσῶν καὶ τῶν ἐκ πολέμου κεκρατημένων ἑκάστη φύλακας εἶχε καὶ προστάτας οὓς ἐβούλετο Ῥωμαίων.
不仅在城市本身,平民处于贵族的保护之下,而且其每一个殖民城市、以及因结盟和友好而加入的城市、以及在战争中被征服的城市,都拥有他们所期望的罗马人作为其保护者和守护人。
καὶ πολλάκις ἡ βουλὴ τὰ ἐκ τούτων ἀμφισβητήματα τῶν πόλεων καὶ ἐθνῶν ἐπὶ τοὺς προϊσταμένους αὐτῶν ἀποστέλλουσα, τὰ ὑπʼ ἐκείνων δικασθέντα κύρια ἡγεῖτο.
元老院也经常将这些城市和民族之间发生的争端付托给他们的守护者,并将他们所做出的裁定视为有效。
§2.11.2οὕτω δὲ ἄρα βέβαιος ἦν ἡ Ῥωμαίων ὁμόνοια τὴν ἀρχὴν ἐκ τῶν ὑπὸ Ῥωμύλου κατασκευασθέντων λαβοῦσα ἐθῶν, ὥστε οὐδέποτε διʼ αἵματος καὶ φόνου τοῦ κατʼ ἀλλήλων ἐχώρησαν ἐντὸς ἑξακοσίων καὶ τριάκοντα ἐτῶν, πολλῶν καὶ μεγάλων ἀμφισβητημάτων γενομένων τῷ δήμῳ πρὸς τοὺς ἐν τέλει περὶ τῶν κοινῶν, ὡς ἐν ἁπάσαις φιλεῖ γίγνεσθαι μικραῖς τε καὶ μεγάλαις πόλεσιν· §2.11.3ἀλλὰ πείθοντες καὶ διδάσκοντες ἀλλήλους καὶ τὰ μὲν εἴκοντες, τὰ δὲ παρʼ εἰκόντων λαμβάνοντες, πολιτικὰς ἐποιοῦντο τὰς τῶν ἐγκλημάτων διαλύσεις.
罗马人由罗穆路斯所确立的习俗中汲取源泉的这种内部和睦是如此牢固,以至于在六百三十年内,尽管平民与掌权者之间就公共事务发生了许多重大的争端——正如在所有大小城市中通常发生的那样——但他们从未诉诸流血和相互残杀;相反,他们互相说服和开导,时而做出让步,时而接受让步者的让步,从而对彼此的指控进行了政治上的解决。
ἐξ οὗ δὲ Γάιος Γράκχος ἐπὶ τῆς δημαρχικῆς ἐξουσίας γενόμενος διέφθειρε τὴν τοῦ πολιτεύματος ἁρμονίαν, οὐκέτι πέπαυνται σφάττοντες ἀλλήλους καὶ φυγάδας ἐλαύνοντες ἐκ τῆς πόλεως καὶ οὐδενὸς τῶν ἀνηκέστων ἀπεχόμενοι παρὰ τὸ νικᾶν.
但自盖乌斯·格拉古获得护民官权力并破坏了宪制的和谐以来,他们便再也没有停止过互相残杀、将流放者驱逐出城,并为了胜利而不惜采取任何不可挽回的极端手段。
ἀλλὰ περὶ μὲν τούτων ἕτερος ἔσται τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.
然而,关于这些事情,在我的叙述中将会有另一个更合适的时机。

词汇与语法注释

  1. 2.11.1ἑκάστη ... Ῥωμαίων — ἑκάστη(每一个)修饰前面三个属格短语(τῶν ἀποίκων ... κεκρατημένων),意为“这些城市中的每一个”。Ῥωμαίων 是部分属格,修饰关系代词 οὓς,意为“他们所期望的罗马人中的那些人”。
  2. 2.11.2τὴν ἀρχὴν ... λαβοῦσα — 虽然 τὴν ἀρχὴν 可以被解释为副词性宾格(“本来”、“起初”),但在这里将其理解为分词 λαβοῦσα 的直接宾语(“获取端绪/起源”)更为自然,因为这样能与后面的介词短语 ἐκ τῶν ... ἐθῶν(“从……习俗中”)形成顺畅的连接。
  3. 2.11.3παρὰ τὸ νικᾶν — 介词 παρά 连用宾格冠词不定式 τὸ νικᾶν(胜利)。尽管 παρά 接宾格可以表示“违背”、“相比于”或“在……之旁”,但在此处它表示目的或动机(“为了胜利”或“只要能赢”),解释了他们不惜采取任何极端手段(ἀνηκέστων)的动机。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.11.1-2.11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.11.1-2.11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。