Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.6.1-19.6.3

使节归来与元老院通过对塔拉斯的开战决议

第 933 段,共 962 段 · 希腊语

内容简介

罗马使节返回并报告遭遇后,元老院就对塔拉斯开战的时机展开辩论。尽管有人因其他敌对势力的存在而建议推迟,但最终立即开战的提案获得通过并得到民众批准。

§19.6.1ἄρτι δʼ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρές2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι.
就在绰号巴尔布拉的埃米利乌斯接掌执政官之职时,与波斯图米乌斯一同被派往塔拉斯的使节们抵达了。 他们没有带回任何答复,而是详细讲述了他们从对方那里受到的侮辱,并展示了波斯图米乌斯的衣袍作为他们所言的证据。
ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου· καὶ τοῦτʼ ἐποίησαν ἐφʼ ἡμέρας συχνάς.
在众人产生极大愤慨之后,埃米利乌斯等执政官召集了元老院,从清晨到日落一直在探讨应当如何行事;他们一连好几天都是如此。
§19.6.2ἦν δʼ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, — τοῦτο γὰρ ἅπαντες ὡμολόγουν — ἀλλʼ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπʼ αὐτοὺς στρατιᾶς.
探讨的问题不在于和平条约是否已被塔拉斯人撕毁——因为这一点所有人都是公认的——而在于派兵讨伐他们的时间。
ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τʼ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρʼ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλʼ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα.
因为有些人建议,只要卢卡尼亚人、布雷蒂乌斯人以及萨姆尼特人中人口众多且好战的部族仍在反叛,且就在家门口的伊特鲁里亚仍未被征服,就不要现在承担这场战争;而应当等到这些民族被征服时——最好是全部,如果不能,至少是那些位于东方且邻近塔拉斯的民族。
§19.6.3τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλʼ ἐπιψηφίζειν τὸν πόλεμον ἤδη.
但对另一些人来说,相反的做法似乎更为有利,即不等待哪怕一丁点时间,而是立即投票表决战争。
καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ.
当需要对意见进行表决计数时,这些人显然多于那些建议将战争推迟到其他时期的人;而民众批准了元老院的决定。

词汇与语法注释

  1. 17.9Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος — 属格独立结构。在此,宾格名词 `ἐπίκλησιν`(“绰号为”)作副词用,修饰或说明属格专有名词 `Βαρβόλα` 的称呼关系。
  2. 17.9τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι — 动词 `ὑβρίζω`(侮辱)的被动语态过去完成时(迂回式)。关系代词 `ἃς`(先行词为 `ὕβρεις`)在此作为同族宾格,或者在被动语态中依然保留了主动语态双宾格结构(“对[某人]施加[某种侮辱]”)中表示事物的宾格。
  3. 10ἕως Λευκανοί τʼ ἀφεστήκασι... καὶ Τυρρηνία... ἔτι ἀχείρωτος ἦν — 由连词 `ἕως`(“只要……期间”)引导的从句。通过将完成时 `ἀφεστήκασι`(“处于反叛状态”)和未完成过去时 `ἦν`(“仍未被征服”)并列,整体描述了意大利当时持续存在的敌对军事与政治局势。
  4. 10πλείους ἐφάνησαν οὗτοι τῶν... παραινούντων — 使用比较级 `πλείους`(“较多”)的比较结构。属格短语 `τῶν... παραινούντων`(“建议推迟的人”)在此充当比较属格,构成核心句式:“这些人(即支持立即开战者)显然比那些建议[推迟]的人还要多”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.6.1-19.6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.6.1-19.6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。