§19.7.1. . . φύσιν ἔχουσι τοῖς μὲν διασῶσαι τὰ ἑαυτῶν ἀγαθὰ βουλομένοις οἱ περὶ τὸν αὐτὸν ἀναστρεφόμενοι τόπον οἰωνοὶ σχολαιοτέρᾳ τῇ πτήσει πρὸς ἀγαθοῦ εἶναι συμβόλου, τοῖς δὲ τῶν ἀλλοτρίων ἐφιεμένοις οἱ τὴν ἐπίτομον καὶ ταχεῖαν ὀρμὴν ἔχοντες εἰς τὰ πρόσω·
……(鸟类)具有这样一种天性:对于那些想要保全自己财产的人来说,在同一地点盘旋的鸟因其较慢的飞行而是吉兆;而对于那些觊觎他人财产的人来说,那些向前作直接且迅速冲刺的鸟(是吉兆)。
οὗτοι μὲν γὰρ πορισταί τε καὶ θηρευταὶ τῶν οὐχ ὑπαρχόντων εἰσίν, ἐκεῖνοι δὲ ἐπίσκοποι καὶ φύλακες τῶν παρόντων.
因为后者是未有之物的获取者和狩猎者,而前者是眼前之物的监视者和守护者。
§19.7.2ἅπασαν τὴν πολεμίαν διεξῄει ἀρούρας τε ἀκμαῖον ἤδη τὸ σιτικὸν θέρος ἐχούσας πυρὶ διδοὺς καὶ δένδρα καρποφόρα κείρων.
他穿过整个敌境,将已经迎来庄稼收获旺季的耕地付之一炬,并砍伐结果的树木。
παραπλήσιόν τι πάσχουσιν αἱ δημοκρατούμεναι πόλεις τοῖς πελάγεσιν· ἐκεῖνά τε γὰρ ὑπὸ τῶν ἀνέμων ταράττεται φύσιν ἔχοντα ἠρεμεῖν, αὗταί τε ὑπὸ τῶν δημαγωγῶν κυκῶνται μηδὲν ἐν ἑαυταῖς ἔχουσαι κακόν.
民主制的城市所经历的事情与海洋非常相似:因为后者虽然天性处于平静,却被风所扰动;而前者虽然自身毫无邪恶,却被煽动家所搅乱。