§19.6.1ἄρτι δʼ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρές2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι.
Just when Aemilius, surnamed Barbula, had taken over the office of consul, the ambassadors who had been sent with Postumius to Tarentum arrived, bringing no reply, but recounting the outrages they had suffered from them, and presenting the garment of Postumius as proof of their words.
ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου· καὶ τοῦτʼ ἐποίησαν ἐφʼ ἡμέρας συχνάς.
When great indignation arose among all, the consuls around Aemilius, having convoked the senate, deliberated on what ought to be done, beginning from dawn until the setting of the sun; and they did this for several days.
§19.6.2ἦν δʼ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, — τοῦτο γὰρ ἅπαντες ὡμολόγουν — ἀλλʼ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπʼ αὐτοὺς στρατιᾶς.
And the inquiry was not whether the treaty of peace had been broken by the Tarentines—for this everyone agreed upon—but concerning the time of the army to be sent against them.
ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τʼ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρʼ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλʼ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα.
For there were some who advised not to undertake this war yet, as long as the Lucanians and the Brettii and a large and warlike nation of the Samnites were in revolt, and Etruria, which was at their very gates, was still unsubdued; but rather when these nations should be brought under subjection, preferably all of them, but if not, at least those lying towards the east and near Tarentum.
§19.6.3τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλʼ ἐπιψηφίζειν τὸν πόλεμον ἤδη.
But to others the contrary to these courses seemed to be advantageous, namely, not to wait even the slightest time, but to vote for the war immediately.
καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ.
And when it was necessary to count the opinions, these appeared to be more numerous than those advising to postpone the war to other times; and the people ratified the decisions of the senate.