§19.16.1νὴ Δίʼ, ἀλλʼ οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδʼ ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι ὁ θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδʼ ἄλλα πολλά·
“凭宙斯发誓,确实,我并无余力去救济邻人,神也未曾赐予我充裕的知识或预言之术,借此我本可帮助那些有需要的人,神也未曾赐予我许多其他东西。
ἃ δʼ ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφʼ ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν.
但是,对于我自身所拥有的东西,我将它们分享给城邦和朋友,并尽我所能做好事来帮助一些人,将这些提供给有需要的人共同使用,我不认为这是我的过错。
ταῦτα δʼ ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν §19.16.2χρημάτων αἰτεῖς πρίασθαι.
而这些东西,正是你认为最优秀的,且你正求着用许多金钱来购买的。
εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων;
可是,如果说因为对有需要的人行善,拥有许多财富确实值得极大的热忱和名誉,且最富有的人便自然是最幸福的,正如你们这些君王所认为的那样,那么对我而言,哪种致富的方式更好呢?
ἀφʼ ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς ἢ ἀφʼ ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον;
是从你现在可耻地分享给我的东西中获取,还是从我以前自己光荣地获得的东西中获取?
§19.16.3παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δʼ, ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ τετρακόσια τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα.
因为公共事务曾为我提供了正当的致富机会,以前有很多次,而最突出的是在四年以前,我担任执政官之职,被派遣率军去讨伐萨姆尼特人、卢卡尼亚人和布鲁蒂乌斯人;我掠夺了广阔的土地,在许多战役中击败了与我对抗的人,并强力攻占并洗劫了许多富庶的城市。 通过这些,我使全军富裕起来,并向私人偿还了他们之前为战争预先缴纳的税款,还在凯旋式之后向国库上缴了四百塔兰同。
§19.16.4ἔπειτʼ ἐκείνων τῶν δορικτήτων ἐξόν μοι λαβεῖν ὁπόσʼ ἂν ἐβουλόμην οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτῳ συχνοί, διʼ οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεὰς καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα;
既然如此,当时对于那些战利品,我本可以想要多少就拿多少,但我没有拿,反而为了名声而轻视了这笔正当的财富——正如瓦莱里乌斯·普布利科拉所做的那样,以及在他之外的极多其他人所做的那样,正是因为他们,我们的城邦才变得如此伟大——难道我现在要接受你给我的赠礼,并用更好的富足去换取更坏的富足吗?
ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθʼ ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν·
因为那样的获取,除了高尚和正当之外,还伴随着带有愉悦的享受;而这一种获取,连这一点也缺失了。
ταύτης δὲ καὶ τοῦτʼ ἄπεστι. δανείσματα γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρʼ ἑτέρων, βαρύνοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις, φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας.
因为凡是人们从他人那里接受的东西都是债务,在偿还之前都会使灵魂沉重,即使有人用美丽的名字去装饰它们,称其为仁慈、赠礼或恩惠。
§19.16.5φέρε, ἐὰν δὴ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθʼ ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθʼ οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας, ἁπάντων παρόντων ταῦτα προφερόμενοι.
试想,如果我真的发疯接受了你给我的黄金,并且这件事情对所有罗马人都显而易见,然后那些拥有无上权力(无需交账)的官职持有者,即我们所称的监察官,被赋予了审查所有罗马人生活并惩罚偏离祖先习俗之人的职责,他们传唤我,命令就收受礼金作出交代,并在众人面前提出这些指控(那该如何)?
ετ 308, 11 — 16
et 308, 11 — 16”