Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §19.15.1-19.15.7

法布里基乌斯论贫困与简朴自足

第 942 段,共 962 段 · 希腊语

内容简介

法布里基乌斯向皮洛斯回应道,他的贫穷并未带来不幸,在罗马的体制下,贫穷也绝不阻碍人们凭借美德获得尊贵的地位。他表示自己在私生活中因简朴而完全自足,因此没有任何理由去指责命运。

§19.15.1παυσαμένου δʼ αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε· περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπʼ ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρʼ ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτʼ ἀπὸ δανεισμάτων οὔτʼ ἀπʼ ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρʼ
当他停下话头,法布里基乌斯稍微停顿了一下,说道:“关于我的美德,无论是在公共事务中还是在私人生活中,我都不需要为自己说什么,因为你已经从别人那里听说了;关于我的贫穷也是如此,即我只有一块极小的土地和一间破旧的小屋,我的生活既不依靠放贷,也不依靠奴隶;因为你似乎也从别人那里准确地听说了这些事情。
§19.15.2ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν διʼ ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτʼ ἀκούσας τινὸς εἴτʼ αὐτὸς εἰκάζων.
但是,如果你认为我因为匮乏而比任何其他罗马人都过得差,且因为不属于富人之一,即使修行善美之德也对我毫无益处,那么你便想错了,无论你是听信他人,还是自己推测。
ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδʼ ἔστιν, οὐδʼ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτʼ ἐν τοῖς κοινοῖς πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.
因为对我而言,从未因没有拥有许多财富而产生过不幸的感觉,现在也没有,我也从未在公共事务或私人生活中哀叹过自己的命运。
§19.15.3τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ;
因为我究竟遭遇了什么,才会去指责命运呢?
πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφʼ οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν;
莫非是因为,由于贫困,我未能从祖国那里分得任何那些所有高尚的天性都热切追求的、美好且众人争夺的事物?
ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερός εἰμι τῶν μέγιστα δυναμένων καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, §19.15.4ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς.
我担任着最显赫的官职,担当着最瞩目的使节任务,并被托付以最神圣的祭祀仪式,并在被认为配得上就最紧急的事务发表意见时,在适宜的席位上被唤起发言,受到赞扬与羡慕,在那些拥有最大权势的人面前不落人后,且被视为他人善美之德的典范,而在这上面我无需花费自己财产的一分一毫,正如其他任何人也无需如此。
οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλʼ αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους.
因为罗马城邦并不像其他一些城邦那样,去困扰每个人的生活,在那些城邦中,公共财富稀少,而私人的财富却很多;相反,罗马城邦自己为投身于公共事务的人提供他们所需的一切,给予他们辉煌且慷慨的资助;以至于最贫穷的人在被认为配享美好事物上,绝不比最富有的人卑微,而是所有因善美之德而配得上这些荣誉的罗马人,彼此都是平等的。
§19.15.5ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτʼ ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ὅμοιον ἐμὲ ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός;
既然我虽贫穷,却不因这一原因而比那些拥有诸多财产的人有任何逊色,我究竟遭遇了什么,才会去责怪命运没有让我像你们这些积聚了无数金钱的君王一样?
ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστʼ ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν, §19.15.6τὰ δʼ ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον.
况且,在私人生活中,我绝无半点不幸,以至于当我拿自己与富人对比时,我认为自己属于极少数幸福者之列;并且对此我感到无比自豪,因为对于热爱劳动且勤俭持家的我来说,那块贫瘠的小土地已经足够提供生活必需品,而自然并未强迫我追求必需品之外的事物;甚至任何经由饥饿调味的食物对我而言都是美味的,当口渴带来饮料时,任何饮品都是甘甜的,疲惫在先时的睡眠是香甜的,能御寒的衣物便已最为足够,而在能提供同样用途的器皿中,任何最廉价的都最合我意。
§19.15.7ὥστʼ οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν· τῶν δʼ ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτʼ εὐπορίαν ἔδωκεν.
因此,在这方面我也没有理由去指责命运,它为我提供了自然希望我拥有的财产;至于那些多余之物,她既没有在我心中播下对它们的渴望,也没有赐予我它们的丰裕。 ”

词汇与语法注释

  1. 12περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν — 由连词 `δέ` 引导、用于引入对比话题的 `περὶ` 介词短语,在语义上修饰后面的主句动词 `κακῶς ὑπείληφας`(“你错误地以为”)。
  2. 13τί γὰρ καὶ παθὼν — 疑问代词 `τί` 与分词 `παθών` 的结合构成了惯用表达(`τί παθών`),意为“究竟遭遇了什么而……”或“到底为什么……”,表示强烈的质问、不解或不满。
  3. 13ὃς ἄρχω — 关系代名词 `ὃς`(“我,作为……的人”)以第一人称单数(法布里基乌斯)为先行词,引导一个关系从句,通过列举自己显赫的公职与荣誉,来说明贫困并未对自己造成任何不利,从而作为无需抱怨命运的依据。
  4. 15τὸ λυπρὸν ... γήδιον — 形容词 `λυπρόν`(意为“贫瘠的”、“微不足道的”)修饰表示土地的指小词 `γήδιον`(“小块土地”),用以强调其田产的微薄与简陋。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §19.15.1-19.15.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:19.15.1-19.15.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。