§19.17.1ἐπέμψαμέν σε, ὦ Φαβρίκιε, πρεσβευτὴν σὺν ἑτέροις δυσὶν ὑπατικοῖς ἀνδράσι πρὸς βασιλέα Πύρρον ὑπὲρ αἰχμαλώτων λύσεως διαλεξόμενον· ἥκεις ἀπὸ τῆς πρεσβείας τοὺς μὲν αἰχμαλώτους οὐκ ἄγων οὐδὲ ἄλλο τῇ πόλει φέρων ἀγαθὸν οὐθέν, αὐτὸς δὲ βασιλικὰς δωρεὰς εἰληφὼς μόνος τῶν συναποσταλέντων σοι πρέσβεων, καὶ ἣν ὁ δῆμος ἀπεψηφίσατο ποιήσασθαι εἰρήνην, ταύτην ποιήσας μόνος, ἐπʼ οὐθενὶ
“法布里基乌斯啊,我们派你与另外两位曾任执政官的人一同作为使节前往皮洛士王那里,去协商赎回俘虏的事宜;你从使节任上归来,既未带回俘虏,也未给城邦带来任何其他好处,反而只有你自己在共同被派遣的使节中独占了国王的赠礼,并且,民众投票拒绝缔结的那项和约,你却独自一人缔结了它,而这对城邦毫无益处。
§19.17.2τῆς πόλεως ἀγαθῷ· πόθεν γάρ;
这怎么可能呢?
ἀλλʼ ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφʼ αὑτῷ ποιήσηται, διʼ ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν.
相反,这是为了让你把城邦出卖给国王,使他通过你将整个意大利置于自己的统治之下,而你则通过他夺走祖国的自由。
τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον καὶ μέγεθος πραγμάτων προέλθωσιν.
因为这正是所有那些并非践行真正的美德、而是伪装美德的人,在获得显赫的地位和庞大的基业时,所追求的事情。
§19.17.3εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδʼ ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλʼ ἰδιώτης ὢν καὶ παρʼ ἀνδρὸς συμμάχου καὶ ἐπʼ οὐδενὶ κακῷ τῆς πόλεως, ἆρʼ οὐ διʼ ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι τὰ κοινά·
如果你收受贿赂并不是在拥有更高的官职时,也不是从祖国的敌人那里收受,更不是为了背叛同胞和对他们实行僭主统治,而只是作为一介平民,从盟友那里收受,且未对城邦造成任何损害,难道你就不因以下这些原因而应当受到严厉的惩罚吗?
§19.17.4καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδʼ ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλʼ ἅπαντες ἐπʼ αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺ §19.17.5παραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω· διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων;
其一,你败坏了年轻人,将对财富、奢侈和皇家奢华的向往引入了他们的生活,而如果公共事业想要得以保存,他们本需要极大的节制;其二,你羞辱了自己的先祖,他们中没有一个人偏离过祖先的习俗,也没有人用可耻的财富去换取高尚的贫穷,而是所有人都坚守着那份微薄的家产,而你继承了它,却认为它配不上你;其三,你败坏了你因以往的行径而获得的声誉——即作为一个克己、节制并战胜了一切可耻欲望之人的声誉?
ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτʼ ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι;
此后,你由善变恶,难道还能免受惩罚吗? 尤其是在这时候——哪怕你以前是个恶人,现在也本该停止作恶了。
ἢ τῶν καλῶν τινος ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλʼ οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γʼ ἐκ τῆς ἀγορᾶς;
或者说,你还想分得任何本该属于善人的光荣之物吗? 难道你最该做的,不是彻底离开这座城邦,如果做不到,至少也该离开广场吗? ”