§16.6.1ἀξιῶν τὴν βουλὴν ὑπὲρ τῶν ἀπόρων καὶ κατάχρεων.
为穷人和负债者向元老院提出请求。
αἱ νεοσφαγεῖς τῶν θυομένων σάρκες μέχρι τούτου διατελοῦσι τρέμουσαί τε καὶ παλλόμεναι, ἕως ἂν τὸ κατεχόμενον ἐν αὐταῖς συγγενὲς πνεῦμα βιασάμενον τοὺς πόρους ἅπαν ἐξαναλωθῇ.
被祭祀之物刚被屠宰的肉体会持续震颤和抽动,直到其中所蕴含的同质之气强行穿过孔道并完全消散为止。
§16.6.2τοῦτο σεισμῶν αἴτιον γίνεται καὶ τῇ Ῥώμῃ·
这也是罗马发生地震的原因。
ἅπασα γὰρ ὑπόνομος οὖσα μεγάλαις καὶ συνεχέσι τάφροις, διʼ ὧν ὀχετεύεται τὸ ὕδωρ, καὶ πολλὰς ἀναπνοὰς στομάτων ἔχουσα, διὰ τούτων ἀνίησι τὸ κατακλεισθὲν πνεῦμα ἐν αὐτῇ·
因为罗马全境都因巨大的、连续的、用于排水的沟渠而成为地下通道,并且拥有许多通风口,所以通过这些通风口释放出禁锢于其内部的气。
καὶ τοῦτο ἔστιν, ὃ κραδαίνει τε αὐτὴν καὶ σπαράττει τὴν ἐπιφάνειαν, ὅταν πολὺ καὶ βίαιον ἐναποληφθὲν εἴργηται.
当大量且剧烈的气被截留并阻隔在内部时,正是这种气摇撼着罗马并撕裂其表面。