§16.6.1ἀξιῶν τὴν βουλὴν ὑπὲρ τῶν ἀπόρων καὶ κατάχρεων.
...demanding of the senate on behalf of the poor and the debtors.
αἱ νεοσφαγεῖς τῶν θυομένων σάρκες μέχρι τούτου διατελοῦσι τρέμουσαί τε καὶ παλλόμεναι, ἕως ἂν τὸ κατεχόμενον ἐν αὐταῖς συγγενὲς πνεῦμα βιασάμενον τοὺς πόρους ἅπαν ἐξαναλωθῇ.
The newly slaughtered flesh of sacrificial victims continues to tremble and palpitate until the kindred breath contained within them, forcing its way through the pores, is entirely spent.
§16.6.2τοῦτο σεισμῶν αἴτιον γίνεται καὶ τῇ Ῥώμῃ·
This is also the cause of earthquakes in Rome.
ἅπασα γὰρ ὑπόνομος οὖσα μεγάλαις καὶ συνεχέσι τάφροις, διʼ ὧν ὀχετεύεται τὸ ὕδωρ, καὶ πολλὰς ἀναπνοὰς στομάτων ἔχουσα, διὰ τούτων ἀνίησι τὸ κατακλεισθὲν πνεῦμα ἐν αὐτῇ· καὶ τοῦτο ἔστιν, ὃ κραδαίνει τε αὐτὴν καὶ σπαράττει τὴν ἐπιφάνειαν, ὅταν πολὺ καὶ βίαιον ἐναποληφθὲν εἴργηται.
For, being entirely undermined by large and continuous channels through which water is drained, and having many openings for ventilation, she releases through these the breath that has been shut up within her; and it is this which shakes her and tears her surface when, being abundant and violent, it is trapped and confined.