§16.5.1ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως.
然而,在此前不久的时期,他们做出了一件甚至比这更令人赞叹的事情,尽管那次侮辱是针对一个奴隶之身的。
ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων, Ποπλιλίου υἱὸς ὡς ἐν πολλῇ καταλειφθεὶς πενίᾳ δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν.
原来,曾向萨姆奈特人交出营地并从轭下通过的军事护民官之一的普普利里乌斯,其子因陷入极度贫困,原以为能从亲属那里筹得款项,便被迫为父亲的葬礼借了一笔债。
διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος.
然而,他的希望落空了,在还款期限过后,因其年纪极轻且容貌俊美,便因债务而被强行带走。
§16.5.2οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο, τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο.
对于其他方面,凡是法律规定奴隶对主人所应承担的侍奉,他都默默隐忍;但当被命令献出身体的青春时,他愤慨万分,誓死抵抗。
πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τʼ ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν.
由于这个原因,他挨了许多鞭打,随后奔向广场,站在一处高地上——在此处他必然能让众人见证这桩暴行——讲述了债主的荒淫无耻,并展示了鞭打留下的伤痕。
§16.5.3ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων ὦφλε θανάτου δίκην.
民众对此极为愤怒,认为此事应当激起公愤,在护民官提起控诉后,债主最终被判处死刑。
καὶ διʼ ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι τὴν ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο.
也正是因为那次遭遇,所有因债务而沦为奴隶的罗马人,通过一项通过的法律重新获得了他们往昔的自由。
ετ συιδας ς. ϝ. Γάιος Λαιτώριος.
又见《苏达辞书》“盖乌斯·莱托里乌斯”条目。