§17_18.1.1ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος.
关于萨姆奈特战争因如下原因开始而再次燃起之事。
μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας.
萨姆奈特人在与罗马城缔结和约后,仅停留了很短的一段时间,便因某种古老的仇恨所驱动,对身为邻国的卢卡尼亚人发动了战争。
§17_18.1.2κατʼ ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμολογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν· ὅπερ καὶ §17_18.1.3συνέβη.
起初,卢卡尼亚人凭信自己的力量维持着战争;但在所有的战斗中都处于劣势,且已经失去了许多地方,并对所有其余的土地也面临危险,因此他们被迫求助于罗马人的援助。 尽管他们心里明白自己违背了先前与罗马人达成的、并在其中确立了友好和同盟关系的协议,但他们并未放弃说服罗马人的希望,只要他们从每个城市派遣最显贵的青年,与使节一同作为人质送去;而这恰恰发生了。
ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ §17_18.1.4δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπʼ αὐτῆς.
因为当使节们到达并多方恳求时,元老院决定接受人质并与卢卡尼亚人缔结友好关系,而公民大会批准了元老院的议决。
γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον, δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι παρακαλέσοντες ἀποδιδόναι, καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας.
与卢卡尼亚人派遣的人员达成协定后,由元老院选出的最年长且最受尊崇的罗马人作为使节被派往萨姆奈特人的联合会议,向他们表明卢卡尼亚人是罗马人的朋友和同盟者,并要求他们归还碰巧夺取的土地,不再进行任何敌对行为,因为罗马城绝不会坐视自己的恳求者被从他们自己的国土上驱逐出去。