§15.5.1ἀλλὰ καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον.
但也因为他们给他们的朋友坎帕尼亚人造成了许多重大的伤害。
ἡ δὲ βουλὴ τῶν Ῥωμαίων Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δι’ ὅπλων, ἀλλὰ διὰ λόγων, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτʼ αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησι, μήτε τοῖς πράττουσι συνεργοῦντας· μάλιστα δʼ εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δʼ αὐτοῖς γενέσθαι φίλην.
由于坎帕尼亚人一再对涅阿波利斯人提出控诉和哀求,罗马元老院决定向涅阿波利斯人派遣使节,要求他们不得对罗马统治下的臣民进行任何不法侵害,而是要给予并接受公正,并且,如果他们彼此之间有争议,不要诉诸武力,而是通过言辞,在与他们订立条约之后解决,此后还要与居住在第勒尼安海周围的所有人保持和平,既不亲自做出不符合希腊人身份的事,也不协助那些做出这种事的人;尤其是,如果可能的话,通过争取有权势之人的支持,促使该城脱离萨姆奈特人,并与罗马人建立友好关系。
§15.5.2ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν· καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν.
就在同一时期,塔兰托人派遣的使节也正好抵达涅阿波利斯人那里,他们是显赫的人物,且世袭为涅阿波利斯人的代理领事;另外还有邻近且非常欢迎希腊人的诺拉人所派遣的使节,他们打算要求涅阿波利斯人采取相反的行动:既不与罗马人或其臣民订立条约,也不解除与萨姆奈特人的友好关系。
§15.5.3ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδʼ ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τʼ οἰκείᾳ πιστεύοντας δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τʼ ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν.
并且,如果罗马人以此作为战争的借口,也不要畏惧,更不要因畏惧他们的力量而退缩(仿佛那是无法战胜的一样),而是要勇敢地坚守,像希腊人应当做的那样去战斗,既要信任自有的力量和从萨姆奈特人那里到来的援助,又要准备接纳塔兰托人将要派遣的大规模且优秀的 navy 力量作为自身之外的补充(如果他们确实需要的话)。