§15.7.1ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν, οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν·
罗马人得知萨姆奈特人正在募集军队,首先派遣了使节;从元老院议员中选出的使节们来到萨姆奈特人的首领们面前,这样说道: “萨姆奈特人啊,你们违背了与我们达成的协议,这是在作恶。
§15.7.2ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε· τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους.
你们名义上假托盟友,实际上却行敌人之事——尽管你们曾多次被罗马人战败,通过极力的哀求才结束战争,并获得了如你们所愿的和平;而且最后,你们曾极力渴望成为我们城邦的朋友和盟友,并起誓与罗马人拥有相同的敌人和朋友。
§15.7.3ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρʼ οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς διʼ ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθʼ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου·
你们忘记了这一切,将誓言视同儿戏,在与拉丁人以及联合起来的沃尔斯奇人的战争中抛弃了我们。 正是因为你们,我们才视他们为敌,因为我们不愿加入他们对你们发起的战争。
ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθʼ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δʼ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν διʼ ὑμῶν αὐτῶν ἔχετε.
在过去的一年里,你们用尽一切热忱和积极性,煽动甚至强迫那些害怕对我们宣战的涅阿波利斯人,并且为他们提供战争费用,通过你们自己的人控制着该城。
§15.7.4νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δʼ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν.
如今,你们正准备军队,从各地募集人马,名义上是用其他的借口,实际上却已决定向我们的殖民者进军;为了这不义的贪欲,你们还在拉拢芬迪人、福尔米亚人以及其他一些我们曾赋予其同等公民权的人。
§15.7.5οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι τῶν λόγων.
鉴于你们如此公然且无耻地践踏关于友好与同盟的誓言,我们决定首先向你们派遣使节,并在尝试言辞解决之前,决不先付诸武力。
ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν· §15.7.6εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν ἔπραττόν τινες, ἀλλʼ ἀπὸ τῆς ἑαυτῶν γνώμης, παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην.
我们对你们的要求,以及通过获得这些要求我们认为可以消除对过去事件之愤怒的内容如下:第一,我们要求你们撤回派遣给涅阿波利斯人的援军;其次,不要派遣任何军队对付我们的殖民者,也不要唆使我们的臣民进行各种贪婪的扩张;如果这些事情并非出于你们全体的决定,而是某些人自作主张所为,则请将这些人交给我们受审。
τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτο ἄγοντες ἐληλύθαμεν.
若能获得这些,我们便满足了;若得不到,我们便向你们在协约中起誓的神明和守护神作证,并且我们带着和谈祭司为此而来。 ”