Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.6.1-13.6.5

卡米卢斯复职与凯尔特军队的覆灭

第 886 段,共 962 段 · 希腊语

内容简介

在罗马被凯尔特人占领之际,避难的罗马人任命缺席的卡米卢斯为拥有全权的统帅;卡米卢斯接受和解并重返祖国,突袭并歼灭了凯尔特军队。

§13.6.1ὑπήκουσαν δὲ αὐτοῦ ταῖς εὐχαῖς οἱ θεοί, καὶ ὑπὸ Κελτῶν μετὰ μικρὸν ἡ πόλις ἑάλω ἄνευ τοῦ Καπιτωλίου.
诸神听从了他的祈祷,不久之后,除了卡皮托利乌斯之外,整座城市都被凯尔特人攻占了。
καταφυγόντων δὲ ἐν αὐτῷ τῶν περιφανεστέρων — τὸ γὰρ ἄλλο πλῆθος ἐν ταῖς Ἰταλικαῖς φεῦγον διεσπάρη πόλεσι — καὶ πολιορκουμένων ὑπὸ Κελτῶν, οἳ παρὰ τὴν Οὐιεντανῶν πόλιν καταφυγόντες Ῥωμαῖοι Καιδίκιόν τινα στρατοπεδάρχην ποιοῦσιν·
显贵们逃入其中——因为其余的大众都逃散到了意大利的各个城市——并被凯尔特人围困,那些逃到维伊人城市附近的罗马人任命了一位名叫凯迪基乌斯的人为营长。
ὁ δὲ Κάμιλλον ἀποδείκνυσι καὶ ταῦτʼ ἀπόντα ἡγεμόνα πολέμου καὶ εἰρήνης ἐξουσίαν ἔχοντα αὐτοκράτορα.
而此人则任命了卡米卢斯——而且是在他缺席的情况下——为在战争与和平中拥有绝对权力的统帅。
§13.6.2καὶ γενόμενος ἡγεμὼν τῆς πρεσβείας παρεκάλει Κάμιλλον διαλλαγῆναι πρὸς τὴν πατρίδα, τὰς συμφοράς, ἐν αἷς ἦν, ἐπιλογισάμενον, διʼ ἃς ὑπέμεινεν ἐπὶ τὸν ὑβρισθέντα ὑφʼ ἑαυτῆς καταφυγεῖν.
随后,他作为使团的首领,恳求卡米卢斯与祖国和解,让他考虑到祖国所处的灾难——正是因为这些灾难,祖国才不得不屈尊向被她自己侮辱过的人求助。
§13.6.3ὑποτυχὼν δὲ ὁ Κάμιλλος εἶπεν· οὐ δέομαι παρακλήσεως, ὦ Καιδίκιε·
卡米卢斯接着说道:“我不需要恳求,凯迪基乌斯。
αὐτὸς γάρ, εἰ μὴ θᾶττον ὑμεῖς ἀφίκεσθε κοινωνεῖν με τῶν πραγμάτων ἀξιοῦντες, ἕτοιμος ἦν ταύτην ἄγων τὴν δύναμιν, ἣν παροῦσαν ὁρᾶτέ μοι, πρὸς ὑμᾶς ἥκειν.
因为即使你们没有尽早赶来恳求我参与国事,我本人也已准备好带领你们在我身边看到的这支军队,前去投奔你们。
ὑμῖν δέ, ὦ θεοί τε καὶ δαίμονες, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύετε βίον, ὧν τε ἤδη τετιμήκατέ μοι πολλὴν οἶδα χάριν, καὶ περὶ τῶν μελλόντων εὔχομαι καλὴν καὶ εὐτυχῆ τῇ πατρίδι γενέσθαι τὴν ἐμὴν κάθοδον.
诸神与神灵啊,所有监察人类生活的力量啊,我因你们已经赐予我的诸多荣耀而深表感谢;而对于未来,我祈祷我的回归对祖国而言是美好且幸运的。
§13.6.4εἰ δὲ ἐνῆν ἀνθρώπῳ τὰ μέλλοντα συμβήσεσθαι προιδεῖν, οὐδέποτʼ ἂν εὐξάμην ἐς τοιαύτας ἐλθοῦσαν τυχὰς τὴν πατρίδα δεηθῆναί μου· μυριάκις δʼ ἂν εἱλόμην ἄζηλον γενέσθαι μοι καὶ ἄτιμον τὸν μετὰ ταῦτα βίον ἢ βαρβάρων ἀνθρώπων ὠμότητι γενομένην τὴν Ῥώμην ὑποχείριον ἐπιδεῖν καὶ ἐν ἐμοὶ §13.6.5μόνῳ τὰς λοιπὰς ἐλπίδας τῆς σωτηρίας ἔχουσαν.
但如果人能够预见未来将要发生的事,我决不愿祈祷祖国陷入如此的境遇以至于需要我;我宁可选择一万次让自己此后的生活变得平庸且无尊严,也不愿眼睁睁地看着罗马因野蛮人的残暴而俯首称臣,并且将仅存的得救希望寄托在我一人身上。
ταῦτ εἰπὼν καὶ τὰς δυνάμεις παραλαβὼν ἄφνω τε τοῖς Κελτοῖς ἐπιφανεὶς εἰς φυγὴν αὐτοὺς τρέπει καὶ ἐμπεσὼν ἀσυντάκτοις τε καὶ τεταραγμένοις δίκην προβάτων κατέσφαξεν.
”说完这些话并接管了军队后,他突然出现在凯尔特人面前,将他们击退,并乘其阵脚已乱、惊惶失措之机,像宰杀绵羊般将他们斩尽杀绝。

词汇与语法注释

  1. §13.6.1καὶ ταῦτʼ ἀπόντα — 短语 καὶ ταῦτα(而且、即便)与表示让步的分词 ἀπόντα(缺席)连用,强调了即使在缺席这一不利情况下,他仍被授予了绝对指挥权。
  2. §13.6.2ἐπιλογισάμενον, διʼ ἃς ὑπέμεινεν ἐπὶ τὸν ὑβρισθέντα ὑφʼ ἑαυτῆς καταφυγεῖν — 宾格分词 ἐπιλογισάμενον 修饰 Κάμιλλον。关系从句中动词 ὑπέμεινεν 的主语为“祖国”(ἡ πατρίς),其属格反身代词 ἑαυτῆς(她自己)是间接反身用法,指代主句的逻辑主语(即祖国)。分词 ὑβρισθέντα 指代被祖国侮辱过的卡米卢斯。
  3. §13.6.3εἰ μὴ θᾶττον ὑμεῖς ἀφίκεσθε ... ἕτοιμος ἦν ... ἥκειν — 对应表示过去违背事实条件句的条件从句 εἰ μὴ ... ἀφίκεσθε,结论句使用了不带 ἄν 的直陈式未完成过去时 ἕτοιμος ἦν。这是在伴随表示意图、可能性或准备就绪的形容词时的规则用法,表明原本就要成行,但因使团先到而未发生。
  4. §13.6.4ἐν ἐμοὶ — 跨越分节符,与 §13.6.5 中的 μόνῳ τὰς λοιπὰς ἐλπίδας τῆς σωτηρίας ἔχουσαν 直接相连。分词 ἔχουσαν 是修饰 §13.6.4 中 τὴν Ῥώμην 的现在分词,担任前行不定词 ἐπιδεῖν(眼睁睁看着罗马将……寄托于我)的宾语补足语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.6.1-13.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.6.1-13.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。