Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.8.1-13.8.4

马尔库斯·马尼乌斯的奋战与守卫指挥官受罚

第 888 段,共 962 段 · 希腊语

内容简介

马尔库斯·马尼乌斯击退了夜袭的凯尔特人并获得奖赏,而擅离职守的守卫指挥官被处决;罗马人由此加强戒备,迫使凯尔特人进行赎金谈判。

§13.8.1ἐνθάδε τις τῶν ἐσχηκότων τὴν ὕπατον ἀρχήν, Μάρκος Μάλλιος, ἁρπάσας τὰ ὅπλα καὶ συστὰς τοῖς βαρβάροις τόν τε πρῶτον ἀναβάντα καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸ ξίφος φέροντα φθάσας παίει κατὰ τοῦ βραχίονος καὶ ἀποκόπτει τὸν ἀγκῶνα·
此时,曾任执政官的一人,马尔库斯·马尼乌斯,抓起武器并与野蛮人交战;他抢先击中了第一个登上且正向他头部挥剑之人的胳膊,并砍断了他的手肘。
§13.8.2καὶ τὸν ἐπὶ τούτῳ πρὶν εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν.
而对紧随其后的那个人,在双方肉搏之前,他用立起来的盾牌猛击其面部将其打倒,并在其倒地时将其杀死;接着,他将其他已经陷入混乱的人践踏在脚下,有的杀死了,有的则驱赶着将其推下悬崖。
ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶ §13.8.3ζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν.
为了酬谢这一英勇行为,他从防守卡皮托利乌斯的人那里得到了适合当时情况的奖赏,即每个人一天的口粮:葡萄酒与斯佩耳特小麦。
περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων, καθʼ ὃν ἀνέβησαν οἱ Κελτοί, ζητήσεως γενομένης ὅ τι χρὴ ποιεῖν, ἡ μὲν βουλὴ θάνατον ἁπάντων κατεψηφίσατο, ὁ δὲ δῆμος ἐπιεικέστερος γενόμενος ἑνὸς τοῦ §13.8.4ἡγεμόνος αὐτῶν ἠρκέσθη τῇ κολάσει.
至于在凯尔特人攀登的那处地方擅离职守的守卫们,在就如何处置他们展开调查时,元老院投票决定判处所有人死刑,但民众更为宽大,满足于只惩罚他们的一位指挥官。
ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς.
为了让野蛮人看清他的死,他被反手绑住,当着他们的面从悬崖上扔了下去。
ἐκείνου δὲ τιμωρηθέντος οὐδὲν ἔτι ῥᾴθυμον ἦν τῶν περὶ τὰς φυλακάς, ἀλλὰ παννύχιοι διετέλουν ἅπαντες ἐγρηγορότες, ὥστε τοὺς Κελτοὺς ἀπογνόντας δι’ ἀπάτης ἢ κλοπῆς καθέξειν τὸ φρούριον περὶ λύτρων διαλέγεσθαι, ἃ τοῖς βαρβάροις δόντες κομιοῦνται τὴν πόλιν.
在他受到惩罚之后,守卫中再无半点懈怠,所有人整夜保持警惕,结果凯尔特人对通过欺诈或偷袭夺取堡垒感到绝望,于是开始商讨赎金,罗马人将这些赎金付给野蛮人以换回自己的城市。

词汇与语法注释

  1. 13.8.1φθάσας — 分词 φθάσας 修饰主动词 παίει,表示在对方动作发生之前抢先采取行动(即“抢先一步击中”)。
  2. 13.8.2τὸν ἐπὶ τούτῳ — 指示代词 τούτῳ 指代前文“第一个登上的人”,与介词 ἐπί 连用构成宾格短语,意为“紧随其后的那个人”。
  3. 13.8.4δεθεὶς τὰς χεῖρας — 被动分词 δεθείς 伴随着表示关系或保留宾语的宾格 τὰς χεῖρας,意为“双手被(反)绑”。
  4. 13.8.4ἀπογνόντας ... καθέξειν — 动词 ἀπογιγνώσκω 的分词形式 ἀπογνόντας 伴随将来时不定式 καθέξειν,表示“放弃、对……夺取(城堡)感到绝望”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.8.1-13.8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.8.1-13.8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。