Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.5.1-13.5.3

卡米卢斯遭到流放与城门前的复仇祈祷

第 885 段,共 962 段 · 希腊语

内容简介

遭到嫉妒的护民官课以巨额罚款的卡米卢斯决定离开罗马以避免耻辱。在城门附近,他向神明诉说自己的清白,并祈求复仇,使那些驱逐他的人因陷入困境而不得不再次求助于他,随后他前往阿尔代亚。

§13.5.1μετʼ οὐ πολὺ δὲ οἱ δήμαρχοι Καμίλλῳ φθονήσαντες ἐκκλησίαν κατʼ αὐτοῦ συνήγαγον καὶ ἐζημίωσαν αὐτὸν δέκα μυριάσιν ἀσσαρίων, οὐκ ἀγνοοῦντες, ὅτι πολλοστόν τι μέρος ὁ βίος ἦν αὐτῷ τοῦ κατακρίματος, ἀλλʼ ἵνʼ ἀπαχθεὶς εἰς τὸ δεσμωτήριον ὑπὸ τῶν δημάρχων ἀσχημονήσῃ ὁ τοὺς ἐπιφανεστάτους κατορθώσας πολέμους.
不久之后,护民官们嫉妒卡米卢斯,召集了针对他的民众大会,并处以他十万阿萨里翁的罚款。 他们并非不知他的财产只占罚金的极小一部分,而是为了让这位完成了最辉煌战争的人,在被护民官押往监狱时蒙受耻辱。
τὸ μὲν οὖν ἀργύριον οἱ πελάται τε καὶ συγγενεῖς αὐτοῦ συνεισενέγκαντες ἐκ τῶν ἰδίων χρημάτων ἀπέδοσαν, ὥστε μηδεμιᾶς πειραθῆναι ὕβρεως, ὁ δʼ ἀνὴρ ἀφόρητον ἡγούμενος τὸν προπηλακισμὸν ἐκχωρεῖν ἔγνω τῆς πόλεως.
因此,他的被保护民和亲属们从他们自己的财产中共同集资支付了这笔钱,从而使他免受任何侮辱;而他认为这种侮辱无法忍受,决定离开这座城市。
§13.5.2γενόμενος δὲ πλησίον τῶν πυλῶν καὶ τοὺς παρόντας ἀσπασάμενος ὀλοφυρομένους καὶ δακρύοντας, οἵου στέρεσθαι μέλλοιεν ἀνδρός, πολλὰ κατὰ τῶν παρειῶν ἀφεὶς δάκρυα καὶ τὴν κατασχοῦσαν αὐτὸν ἀσχημοσύνην ἀνακλαυσάμενος, εἶπεν· ὦ θεοὶ καὶ δαίμονες, ἔφοροι τῶν ἀνθρωπίνων ἔργων, ὑμᾶς ἀξιῶ δικαστὰς γενέσθαι μοι τῶν τε πρὸς τὴν πατρίδα πολιτευμάτων καὶ παντὸς τοῦ παρεληλυθότος βίου·
当他来到城门附近,向在场因哀叹他们将要失去怎样的一位伟人而哭泣流泪的人们告别,脸颊上流下许多泪水并哀悼降临到自己身上的耻辱,他说道:“诸神与神灵啊,人类行为的监察者啊,我恳求你们成为我的裁判官,审判我针对祖国的政治行为以及我过去的整个生命。
§13.5.3ἔπειτʼ, ἐὰν μὲν ἔνοχον εὕρητέ με ταῖς αἰτίαις, ἐφʼ αἷς ὁ δῆμος κατεψηφίσατό μου, πονηρὰν καὶ ἀσχήμονα τελευτὴν δοῦναι τοῦ βίου, ἐὰν δʼ ἐν ἅπασιν, οἷς ἐπιστεύθην ὑπὸ τῆς πατρίδος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, εὐσεβῆ καὶ δίκαιον καὶ πάσης ἀσχήμονος ὑποψίας καθαρόν, τιμωροὺς γενέσθαι μοι, τοιούτους ἐπιστήσαντας τοῖς ἠδικηκόσι κινδύνους καὶ φόβους, διʼ οὓς ἀναγκασθήσονται μηδεμίαν ἄλλην ἐλπίδα σωτηρίας ὁρῶντες ἐπʼ ἐμὲ καταφυγεῖν.
接着,如果你们发现我对人民谴责我的那些罪名负有罪责,请赐予我一个悲惨且可耻的生命结局;但如果在祖国托付给我的一切事务中,无论在和平时期还是在战争中,你们发现我虔诚、公正、且没有任何可耻的嫌疑,就请成为我的复仇者,靠着给那些伤害我的人施加如此的危险和恐惧,迫使他们在看不到其他得救希望的情况下,投奔于我。
ταῦτʼ εἰπὼν εἰς πόλιν Ἀρδέαν ᾤχετο.
”说了这些话后,他便动身往阿尔代亚城去了。

词汇与语法注释

  1. 5ὁ βίος — 这里的 `βίος` 意为“生计、财产、资力”,而非“生命、生涯”。`τοῦ κατακρίματος` 是属格,指代因判决而被科处的罚金数额。
  2. 6οἵου — 由关系代词 `οἷος` 引导的间接感叹/疑问从句,具体说明了分词 `ὀλοφυρομένους καὶ δακρύοντας`(哀叹和流泪)所表达的具体内容。
  3. 6δοῦναι — 依附于前一节(§13.5.2)中的动词 `ἀξιῶ`(我恳求)的不定式,属于“对格加不定式”结构(A.C.I.)。它作为条件从句 `ἐὰν μὲν...` 的归结节动词,表达了对神灵的祈愿。接下来的 `γενέσθαι` 也具有相同的结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.5.1-13.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.5.1-13.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。