Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.4.1-13.4.4

卡米卢斯离任后罗马的严重旱灾与瘟疫

第 884 段,共 962 段 · 希腊语

内容简介

叙述了卡米卢斯离任后,罗马遭遇的严重干旱以及随之而来的瘟疫蔓延,这对牲畜和人类都造成了毁灭性的灾难。

§13.4.1ἐν δὲ τῇ ἀρχῇ τῶν μετὰ τὸν Κάμιλλον ὑπάτων νόσος εἰς Ῥώμην κατέσκηψε λοιμικὴ τὴν ἀρχὴν ἀπό τε ἀνομβρίας καὶ αὐχμῶν λαβοῦσα ἰσχυρῶν, ὑφʼ ὧν κακωθεῖσα ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος ὀλίγους μὲν ἀνθρώποις καρποὺς ἐξήνεγκε καὶ νοσερούς, §13.4.2ὀλίγην δὲ καὶ πονηρὰν βοσκήμασι νομήν.
在卡米卢斯之后的执政官任期之初,一场源于缺雨和严重干旱的瘟疫袭击了罗马。 受此危害,无论是林木地还是产粮地,都只为人类产出少量且病态的作物,并为牲畜提供稀少且劣质的牧草。
προβάτων μὲν οὖν καὶ τῶν ἄλλων ὑποζυγίων ἀναρίθμητόν τι διεφθάρη πλῆθος οὐ χιλοῦ σπανισάμενον μόνον, ἀλλὰ καὶ ποτοῦ· τοσαύτη γὰρ τῶν τε ποταμίων καὶ τῶν ἄλλων ναμάτων ἐπίλειψις ἐγένετο, ἡνίκα μάλιστα κάμνει πάντα δίψει τὰ βοτά.
因此,无数的绵羊和其他役畜不仅因缺乏饲料,还因缺乏饮水而死亡;因为河流及其他泉水的枯竭非常严重,而此时正是所有牲畜因干渴而最受折磨的时候。
§13.4.3ἄνθρωποι δὲ ὀλίγοι μὲν τινες διεφθάρησαν, ἃς οὔπω πρότερον ἐπείρασαν προσενεγκάμενοι τροφάς, οἱ δὲ λοιποὶ μικροῦ πάντες εἰς νόσους δεινὰς κατέπεσον ἀρχομένας μὲν ἀπὸ μικρῶν ἐξανθημάτων, ἃ περὶ τοὺς ἔξωθεν χρῶτας ἀνίστατο, κατασκηπτούσας δʼ εἰς ἕλκη μεγάλα φαγεδαίναις ὅμοια, πονηρὰν μὲν ὄψιν, δεινὴν δὲ ἀλγηδόνα παρέχοντα.
一小部分人因食用了以前从未尝试过的食物而丧生,而其余几乎所有人都陷入了可怕的疾病中。 这些疾病始于外皮周围升起的细小发疹,并恶化为类似于坏疽的大溃疡,呈现出令人作呕的外观并带来剧烈的痛苦。
§13.4.4ἦν τε οὐθὲν ἴαμα τῆς περιωδυνίας τοῖς κάμνουσιν, ὅ τι μὴ κνησμοὶ καὶ σπαραγμοὶ συνεχεῖς λωβώμενοι τοῖς χρωσὶ μέχρι γυμνώσεως ὀστέων.
对于患者们的剧烈疼痛,除了那甚至损伤皮肤直至骨骼裸露的持续瘙痒和搔抓之外,没有任何缓解的办法。

词汇与语法注释

  1. 13.4.1ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος — 阴性形容词,伴有阴性名词 γῆ(土地)的省略。
  2. 13.4.3ἃς οὔπω πρότερον ἐπείρασαν προσενεγκάμενοι τροφάς — 关系代词 ἃς 的先行词 τροφάς,(食物)被吸引到关系从句末尾的结构。分词 προσενεγκάμενοι(προσφέρομαι 的不定过去时分词)补充说明主动词 ἐπείρασαν(πειράομαι 的不定过去时),表示“以前从未尝试摄入过的食物”。
  3. 13.4.3μικροῦ — 属格的副词性用法,为 μικροῦ δεῖν 的省略形式,意为“几乎”、“差一点”。
  4. 13.4.4ὅ τι μὴ — 接在否定主句(οὐθὲν ἴαμα)之后的惯用表达,意为“除了……之外”。随后的主格 κνησμοὶ καὶ σπαραγμοὶ(瘙痒与搔抓)在语法格上独立出现,未与前面的成分对齐。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.4.1-13.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.4.1-13.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。