§13.2.1ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤρετο.
而卡米卢斯将塾师和孩子们交由看管,写信给元老院报告了所发生的一切,并询问应当如何处理。
§13.2.2ἐπιτρέψαντος δʼ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δʼ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν· ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶ §13.2.3ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.
待元老院授权他采取其认为最妥当的行动后,他便将塾师和孩子们一同带出营地,并命令在离城门不远处设立将军的讲坛。 此时聚集了许多群众,有的登上城墙,有的拥向城门。 他首先向法利斯克人揭示,这名塾师竟敢对他们做出何等无法无天的勾当;接着,他命令随从们扒光这名男子的衣服,并且用极多的鞭子抽打他的身体。
ὡς δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, ῥάβδους τοῖς παισὶν ἀναδοὺς ἀπάγειν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν δεδεμένον τὼ χεῖρε ὀπίσω παίοντάς τε καὶ πάντα τρόπον αἰκιζομένους.
当他认为这种惩罚已经足够时,便把棍棒分给孩子们,命令他们将这个双手反绑的塾师赶回城里,一路上不停抽打并以各种方式羞辱他。
κομισάμενοι δὲ τοὺς παῖδας οἱ Φαλίσκοι καὶ τὸν γραμματιστὴν ἀξίως τῆς κακῆς διανοίας τιμωρησάμενοι παρέδοσαν τῷ Καμίλλῳ τὴν πόλιν.
法利斯克人领回了孩子们,并将塾师按照其险恶的心思予以应有的惩罚,随后便向卡米卢斯交出了城市。