Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.1.1-13.1.3

法莱里教师诱拐孩童叛城

第 881 段,共 962 段 · 希腊语

内容简介

在卡米卢斯围攻法莱里期间,一个法利斯克塾师诱骗显贵家族的孩子们出城,并将其送至罗马哨所,企图以此作为人质迫使该城投降并换取赏金。

§13.1.1Καμίλλου τὴν Φαλερίων πόλιν πολιορκοῦντος Φαλίσκων τις εἴτʼ ἀπεγνωκὼς τὴν πόλιν εἴτε κέρδη θηρώμενος ἴδια παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἴκων παρακρουσάμενος — ἦν δὲ διδάσκαλος γραμμάτων — ἐξήγαγεν ἐκ τῆς πόλεως, ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους.
在卡米卢斯围攻法莱里城时,一个法利斯克人——他是个塾师——要么是对这座城市感到绝望,要么是贪图一己之私利,便诱骗最显赫家族的孩子们,将他们带出城外,名义上是带他们在城墙前散步并观看罗马的军营。
§13.1.2ὑπαγόμενος δὲ κατὰ μικρὸν αὐτοὺς προσωτέρω τῆς πόλεως ἐπὶ φυλακτήριον Ῥωμαικὸν ἄγει καὶ τοῖς ἐκδραμοῦσι παραδίδωσιν, ὑφʼ ὧν ἀχθεὶς ἐπὶ τὸν Κάμιλλον ἔφη·
他逐渐引导他们远离城市,带到一个罗马哨所,并把他们交给了冲出来的士兵。
βεβουλεῦσθαι μὲν ἔτι πάλαι τὴν πόλιν ὑπὸ Ῥωμαίων ποιῆσαι, οὐδενὸς δὲ κύριος ὢν οὔτε ἄκρας οὔτε πυλῶν οὔθʼ ὅπλων τοῦτον ἐξευρηκέναι τὸν τρόπον, ὑποχειρίους ποιῆσαι τοὺς υἱεῖς τῶν εὐγενεστάτων, ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι τῆς σωτηρίας τῶν τέκνων περιεχομένους τάχιον παραδοῦναι Ῥωμαίοις τὴν πόλιν.
他被他们带到卡米卢斯面前,说道:自己早就计划将这座城市置于罗马人的统治之下,但由于他既不掌握城堡,也不掌握城门和武器,所以想出了这个办法,即把最高贵者的儿子们控制起来;因为他料想,那些执着于孩子安全的父亲们,必将面临不得不尽快将城市移交给罗马人的无可回避的必然性。
§13.1.3ὁ μὲν δὴ ταῦτʼ ἔλεγε πολλὰς ἐλπίδας ἔχων θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας.
他怀着极大的期望说出这些话,以为自己会因这桩叛国行为而获得某种惊人的报偿。

词汇与语法注释

  1. 1ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους — 带有连词 ὡς 的将来分词表示主语(塾师)所声称的目的、意图或借口。分词 περιπατήσοντας 和 θεασομένους 在性、数、格上与直接宾语 παῖδας 一致,意为“以让他们散步并观看……为名”。
  2. 1βεβουλεῦσθαι — 间接引语中的完成时中/被动不定式。此处最好解释为具有中间语意(“他自己计划了”),不定式的主语(反身代词 ἑαυτόν)被省略。虽然在语法上也可以解释为非人称被动式(“已被计划”),但结合上下文塾师的主动行为,解释为中间语态更为自然。
  3. 1ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι — 悬挂于分词 ὑπολαβὼν(料想)之下的“带对格的不定式”结构。将来中间态不定式 καταλήψεσθαι(此处作不及物或被动意,“降临”、“袭击”)的主语是对格 ἀνάγκην(必然性),而其宾语是 τοὺς πατέρας(父亲们)。随后的不定式 παραδοῦναι(移交)则进一步限定了“必然性”的具体内容。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.1.1-13.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.1.1-13.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。