§13.2.1ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤρετο.
But Camillus, delivering the schoolmaster and the children into custody, sent a letter to the senate reporting what had happened, and asked what ought to be done.
§13.2.2ἐπιτρέψαντος δʼ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δʼ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν·
When the senate permitted him to do whatever seemed best to him, he brought the schoolmaster along with the children out of the camp, and having ordered the general's tribunal to be set up not far from the gates—while a great crowd ran together, some upon the walls and others to the gates—he first of all made clear to the Faliscans what kind of lawless deed the schoolmaster had dared to commit against them.
ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶ §13.2.3ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.
Then he ordered his attendants to strip off the man's clothes and to scourge his body with very many lashes.
ὡς δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, ῥάβδους τοῖς παισὶν ἀναδοὺς ἀπάγειν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν δεδεμένον τὼ χεῖρε ὀπίσω παίοντάς τε καὶ πάντα τρόπον αἰκιζομένους.
When he had had enough of this punishment, he handed rods to the children and ordered them to drive him back into the city with his hands bound behind his back, striking him and abusing him in every way.
κομισάμενοι δὲ τοὺς παῖδας οἱ Φαλίσκοι καὶ τὸν γραμματιστὴν ἀξίως τῆς κακῆς διανοίας τιμωρησάμενοι παρέδοσαν τῷ Καμίλλῳ τὴν πόλιν.
The Faliscans, having recovered their children and having punished the schoolmaster in a manner worthy of his evil intent, surrendered the city to Camillus.