§12.16.1Αἰνείαν λέγουσι τὸν ἐξ Ἀγχίσου καὶ Ἀφροδίτης, ὅτε κατέσχεν εἰς Ἰταλίαν, θῦσαι προαιρούμενον ὅτῳ δή τινι θεῶν, μετὰ τὴν εὐχὴν μέλλοντα τοῦ παρεσκευασμένου πρὸς τὴν θυσίαν ἱερείου κατάρχεσθαι, τῶν Ἀχαιῶν ἰδεῖν τινα πρόσωθεν ἐρχόμενον, εἴτε Ὀδυσσέα, ὅτε τῷ περὶ τὸν Ἄορνον μαντείῳ χρῆσθαι ἔμελλεν, εἴτε Διομήδην, ἡνίκα Δαύνῳ §12.16.2σύμμαχος ἀφίκετο· ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφʼ ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι· μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον αὖθις ἐπιτελέσαι τὴν θυσίαν.
据说,安喀塞斯与阿芙洛狄忒之子埃涅阿斯在抵达意大利时,正打算向某位神明献祭,在祈祷之后,他正准备用为祭祀准备好的牺牲开始仪式,这时他看见一个阿开亚人从远处走来,这人要么是正准备去求问阿奥尔诺斯附近神谕的奥德修斯,要么是作为达乌诺斯的盟友而来的狄奥墨得斯;他因这一巧合而感到苦恼,并希望消除在祭祀中出现敌对容貌这一恶兆,于是蒙上头并转身走开;待敌人离去之后,他再次洗手,完成了祭祀。
§12.16.3γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπʼ ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν.
据说,由于祭牲的状况变得更好,他为这一巧合感到高兴,并在每次祈祷时都遵守同样的习惯,而他的子孙也一直保持着这一做法,将其作为有关祭祀仪轨的规定之一。
§12.16.4ἑπόμενος δὴ τοῖς πατρικοῖς ὁ Κάμιλλος νόμοις, ἐπειδὴ τὴν εὐχὴν ἐποιήσατο καὶ κατὰ τῆς κεφαλῆς εἵλκυσε τὸ ἱμάτιον, ἐβούλετο μὲν στραφῆναι, τῆς δὲ βάσεως ὑπενεχθείσης οὐ δυνηθεὶς ἀναλαβεῖν αὑτὸν ὕπτιος ἐπὶ τὴν γῆν φέρεται.
且说卡米卢斯遵循父辈的习惯,在他作了祈祷并把外衣拉过头顶之后,本想转身,但因脚下打滑而无法稳住身体,结果仰面摔倒在地上。
§12.16.5τοῦτον τὸν οἰωνὸν οὔτε μαντείας οὔτʼ ἐνδοιασμοῦ δεόμενον, ἀλλὰ καὶ τῷ φαυλοτάτῳ ῥᾴδιον ὄντα συμβαλεῖν, ὅτι πεσεῖν αὐτῷ πᾶσα ἀνάγκη πτῶμα ἄσχημον, οὔτε φυλακῆς οὔτε ἀφοσιώσεως ἄξιον ὑπέλαβεν, ἀλλʼ ἐπὶ τὸ κεχαρισμένον ἑαυτῷ μετήνεγκεν, ὡς ὑπακηκοότων αὐτοῦ ταῖς εὐχαῖς τῶν θεῶν καὶ τὸ κακὸν ἐλάχιστον παρεσκευακότων γενέσθαι.
这一征兆既不需要神谕也不需要犹豫,即使是最普通的人也容易看出它意味着自己不可避免地要难堪地摔上一跤,他认为这既不值得警惕,也不需要消除灾祸,反而将其引申为对自己有利的解释,认为神明已经听取了他的祈祷,并使灾祸减小到了最低限度。